Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ λαβοντες οι δυο υιοι ααρων ναδαβ και αβιουδ εκαστος το πυρειον αυτου επεθηκαν επ' αυτο πυρ και επεβαλον επ' αυτο θυμιαμα και προσηνεγκαν εναντι κυριου πυρ αλλοτριον ο ου προσεταξεν κυριος αυτοις


2 και εξηλθεν πυρ παρα κυριου και κατεφαγεν αυτους και απεθανον εναντι κυριου 3 και ειπεν μωυσης προς ααρων τουτο εστιν ο ειπεν κυριος λεγων εν τοις εγγιζουσιν μοι αγιασθησομαι και εν παση τη συναγωγη δοξασθησομαι και κατενυχθη ααρων 4 και εκαλεσεν μωυσης τον μισαδαι και τον ελισαφαν υιους οζιηλ υιους του αδελφου του πατρος ααρων και ειπεν αυτοις προσελθατε και αρατε τους αδελφους υμων εκ προσωπου των αγιων εξω της παρεμβολης 5 και προσηλθον και ηραν εν τοις χιτωσιν αυτων εξω της παρεμβολης ον τροπον ειπεν μωυσης


6 και ειπεν μωυσης προς ααρων και ελεαζαρ και ιθαμαρ τους υιους αυτου τους καταλελειμμενους την κεφαλην υμων ουκ αποκιδαρωσετε και τα ιματια υμων ου διαρρηξετε ινα μη αποθανητε και επι πασαν την συναγωγην εσται θυμος οι αδελφοι υμων πας ο οικος ισραηλ κλαυσονται τον εμπυρισμον ον ενεπυρισθησαν υπο κυριου 7 και απο της θυρας της σκηνης του μαρτυριου ουκ εξελευσεσθε ινα μη αποθανητε το γαρ ελαιον της χρισεως το παρα κυριου εφ' υμιν και εποιησαν κατα το ρημα μωυση 8 και ελαλησεν κυριος τω ααρων λεγων 9 οινον και σικερα ου πιεσθε συ και οι υιοι σου μετα σου ηνικα αν εισπορευησθε εις την σκηνην του μαρτυριου η προσπορευομενων υμων προς το θυσιαστηριον και ου μη αποθανητε νομιμον αιωνιον εις τας γενεας υμων 10 διαστειλαι ανα μεσον των αγιων και των βεβηλων και ανα μεσον των ακαθαρτων και των καθαρων 11 και συμβιβασεις τους υιους ισραηλ παντα τα νομιμα α ελαλησεν κυριος προς αυτους δια χειρος μωυση 12 και ειπεν μωυσης προς ααρων και προς ελεαζαρ και ιθαμαρ τους υιους ααρων τους καταλειφθεντας λαβετε την θυσιαν την καταλειφθεισαν απο των καρπωματων κυριου και φαγεσθε αζυμα παρα το θυσιαστηριον αγια αγιων εστιν
13 και φαγεσθε αυτην εν τοπω αγιω νομιμον γαρ σοι εστιν και νομιμον τοις υιοις σου τουτο απο των καρπωματων κυριου ουτω γαρ εντεταλται μοι 14 και το στηθυνιον του αφορισματος και τον βραχιονα του αφαιρεματος φαγεσθε εν τοπω αγιω συ και οι υιοι σου και ο οικος σου μετα σου νομιμον γαρ σοι και νομιμον τοις υιοις σου εδοθη απο των θυσιων του σωτηριου των υιων ισραηλ 15 τον βραχιονα του αφαιρεματος και το στηθυνιον του αφορισματος επι των καρπωματων των στεατων προσοισουσιν αφορισμα αφορισαι εναντι κυριου και εσται σοι και τοις υιοις σου και ταις θυγατρασιν σου μετα σου νομιμον αιωνιον ον τροπον συνεταξεν κυριος τω μωυση 16 και τον χιμαρον τον περι της αμαρτιας ζητων εξεζητησεν μωυσης και οδε ενεπεπυριστο και εθυμωθη μωυσης επι ελεαζαρ και ιθαμαρ τους υιους ααρων τους καταλελειμμενους λεγων


17 δια τι ουκ εφαγετε το περι της αμαρτιας εν τοπω αγιω οτι γαρ αγια αγιων εστιν τουτο εδωκεν υμιν φαγειν ινα αφελητε την αμαρτιαν της συναγωγης και εξιλασησθε περι αυτων εναντι κυριου 18 ου γαρ εισηχθη του αιματος αυτου εις το αγιον κατα προσωπον εσω φαγεσθε αυτο εν τοπω αγιω ον τροπον μοι συνεταξεν κυριος 19 και ελαλησεν ααρων προς μωυσην λεγων ει σημερον προσαγειοχασιν τα περι της αμαρτιας αυτων και τα ολοκαυτωματα αυτων εναντι κυριου και συμβεβηκεν μοι ταυτα και φαγομαι τα περι της αμαρτιας σημερον μη αρεστον εσται κυριω 20 και ηκουσεν μωυσης και ηρεσεν αυτω

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας