Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΑΝ δε θυσια σωτηριου το δωρον αυτου τω κυριω εαν μεν εκ των βοων αυτου προσαγαγη εαν τε αρσεν εαν τε θηλυ αμωμον προσαξει αυτο εναντιον κυριου 2 και επιθησει τας χειρας επι την κεφαλην του δωρου και σφαξει αυτο παρα τας θυρας της σκηνης του μαρτυριου και προσχεουσιν οι υιοι ααρων οι ιερεις το αιμα επι το θυσιαστηριον των ολοκαυτωματων κυκλω 3 και προσαξουσιν απο της θυσιας του σωτηριου καρπωμα κυριω το στεαρ το κατακαλυπτον την κοιλιαν και παν το στεαρ το επι της κοιλιας


4 και τους δυο νεφρους και το στεαρ το επ' αυτων το επι των μηριων και τον λοβον τον επι του ηπατος συν τοις νεφροις περιελει 5 και ανοισουσιν αυτα οι υιοι ααρων οι ιερεις επι το θυσιαστηριον επι τα ολοκαυτωματα επι τα ξυλα τα επι του πυρος επι του θυσιαστηριου καρπωμα οσμη ευωδιας κυριω 6 εαν δε απο των προβατων το δωρον αυτου θυσιαν σωτηριου τω κυριω αρσεν η θηλυ αμωμον προσοισει αυτο 7 εαν αρνα προσαγαγη το δωρον αυτου προσαξει αυτο εναντι κυριου 8 και επιθησει τας χειρας επι την κεφαλην του δωρου αυτου και σφαξει αυτο παρα τας θυρας της σκηνης του μαρτυριου και προσχεουσιν οι υιοι ααρων οι ιερεις το αιμα επι το θυσιαστηριον κυκλω 9 και προσοισει απο της θυσιας του σωτηριου καρπωμα τω θεω το στεαρ και την οσφυν αμωμον συν ταις ψοαις περιελει αυτο και το στεαρ της κοιλιας 10 και αμφοτερους τους νεφρους και το στεαρ το επ' αυτων το επι των μηριων και τον λοβον τον επι του ηπατος συν τοις νεφροις περιελων 11 ανοισει ο ιερευς επι το θυσιαστηριον οσμη ευωδιας καρπωμα κυριω 12 εαν δε απο των αιγων το δωρον αυτου και προσαξει εναντι κυριου
13 και επιθησει τας χειρας επι την κεφαλην αυτου και σφαξουσιν αυτο εναντι κυριου παρα τας θυρας της σκηνης του μαρτυριου και προσχεουσιν οι υιοι ααρων οι ιερεις το αιμα επι το θυσιαστηριον κυκλω 14 και ανοισει επ' αυτου καρπωμα κυριω το στεαρ το κατακαλυπτον την κοιλιαν και παν το στεαρ το επι της κοιλιας 15 και αμφοτερους τους νεφρους και παν το στεαρ το επ' αυτων το επι των μηριων και τον λοβον του ηπατος συν τοις νεφροις περιελει 16 και ανοισει ο ιερευς επι το θυσιαστηριον καρπωμα οσμη ευωδιας τω κυριω παν το στεαρ τω κυριω 17 νομιμον εις τον αιωνα εις τας γενεας υμων εν παση κατοικια υμων παν στεαρ και παν αιμα ουκ εδεσθε

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας