Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΑΝ δε ψυχη προσφερη δωρον θυσιαν τω κυριω σεμιδαλις εσται το δωρον αυτου και επιχεει επ' αυτο ελαιον και επιθησει επ' αυτο λιβανον θυσια εστιν 2 και οισει προς τους υιους ααρων τους ιερεις και δραξαμενος απ' αυτης πληρη την δρακα απο της σεμιδαλεως συν τω ελαιω και παντα τον λιβανον αυτης και επιθησει ο ιερευς το μνημοσυνον αυτης επι το θυσιαστηριον θυσια οσμη ευωδιας τω κυριω 3 και το λοιπον απο της θυσιας ααρων και τοις υιοις αυτου αγιον των αγιων απο των θυσιων κυριου


4 εαν δε προσφερη δωρον θυσιαν πεπεμμενην εν κλιβανω δωρον κυριω εκ σεμιδαλεως αρτους αζυμους πεφυραμενους εν ελαιω και λαγανα αζυμα διακεχρισμενα εν ελαιω 5 εαν δε θυσια απο τηγανου το δωρον σου σεμιδαλις πεφυραμενη εν ελαιω αζυμα εσται 6 και διαθρυψεις αυτα κλασματα και επιχεεις επ' αυτα ελαιον θυσια εστιν κυριω 7 εαν δε θυσια απο εσχαρας το δωρον σου σεμιδαλις εν ελαιω ποιηθησεται 8 και προσοισει την θυσιαν ην αν ποιη εκ τουτων τω κυριω και προσοισει προς τον ιερεα και προσεγγισας προς το θυσιαστηριον 9 αφελει ο ιερευς απο της θυσιας το μνημοσυνον αυτης και επιθησει ο ιερευς επι το θυσιαστηριον καρπωμα οσμη ευωδιας κυριω 10 το δε καταλειφθεν απο της θυσιας ααρων και τοις υιοις αυτου αγια των αγιων απο των καρπωματων κυριου 11 πασαν θυσιαν ην αν προσφερητε κυριω ου ποιησετε ζυμωτον πασαν γαρ ζυμην και παν μελι ου προσοισετε απ' αυτου καρπωσαι κυριω 12 δωρον απαρχης προσοισετε αυτα κυριω επι δε το θυσιαστηριον ουκ αναβιβασθησεται εις οσμην ευωδιας κυριω
13 και παν δωρον θυσιας υμων αλι αλισθησεται ου διαπαυσετε αλα διαθηκης κυριου απο θυσιασματων υμων επι παντος δωρου υμων προσοισετε κυριω τω θεω υμων αλας


14 εαν δε προσφερης θυσιαν πρωτογενηματων τω κυριω νεα πεφρυγμενα χιδρα ερικτα τω κυριω και προσοισεις την θυσιαν των πρωτογενηματων 15 και επιχεεις επ' αυτην ελαιον και επιθησεις επ' αυτην λιβανον θυσια εστιν 16 και ανοισει ο ιερευς το μνημοσυνον αυτης απο των χιδρων συν τω ελαιω και παντα τον λιβανον αυτης καρπωμα εστιν κυριω

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας