Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ κατεβη σαμψων εις θαμναθα και ειδεν γυναικα εις θαμναθα απο των θυγατερων των αλλοφυλων 2 και ανεβη και απηγγειλεν τω πατρι αυτου και τη μητρι αυτου και ειπεν γυναικα εορακα εν θαμναθα απο των θυγατερων φυλιστιιμ και νυν λαβετε αυτην εμοι εις γυναικα 3 και ειπεν αυτω ο πατηρ αυτου και η μητηρ αυτου μη ουκ εισιν θυγατερες των αδελφων σου και εκ παντος του λαου μου γυνη οτι συ πορευη λαβειν γυναικα απο των αλλοφυλων των απεριτμητων και ειπεν σαμψων προς τον πατερα αυτου ταυτην λαβε μοι οτι αυτη ευθεια εν οφθαλμοις μου 4 και ο πατηρ αυτου και η μητηρ αυτου ουκ εγνωσαν οτι παρα κυριου εστιν οτι εκδικησιν αυτος ζητει εκ των αλλοφυλων και εν τω καιρω εκεινω οι αλλοφυλοι κυριευοντες εν ισραηλ 5 και κατεβη σαμψων και ο πατηρ αυτου και η μητηρ αυτου εις θαμναθα και ηλθεν εως του αμπελωνος θαμναθα και ιδου σκυμνος λεοντος ωρυομενος εις συναντησιν αυτου


6 και ηλατο επ' αυτον πνευμα κυριου και συνετριψεν αυτον ωσει συντριψει εριφον και ουδεν ην εν ταις χερσιν αυτου και ουκ απηγγειλεν τω πατρι αυτου και τη μητρι αυτου ο εποιησεν 7 και κατεβησαν και ελαλησαν τη γυναικι και ηυθυνθη εν οφθαλμοις σαμψων 8 και υπεστρεψεν μεθ' ημερας λαβειν αυτην και εξεκλινεν ιδειν το πτωμα του λεοντος και ιδου συναγωγη μελισσων εν τω στοματι του λεοντος και μελι 9 και εξειλεν αυτο εις χειρας αυτου και επορευετο πορευομενος και εσθιων και επορευθη προς τον πατερα αυτου και την μητερα αυτου και εδωκεν αυτοις και εφαγον και ουκ απηγγειλεν αυτοις οτι απο του στοματος του λεοντος εξειλεν το μελι 10 και κατεβη ο πατηρ αυτου προς την γυναικα και εποιησεν εκει σαμψων ποτον επτα ημερας οτι ουτως ποιουσιν οι νεανισκοι 11 και εγενετο οτε ειδον αυτον και ελαβον τριακοντα κλητους και ησαν μετ' αυτου 12 και ειπεν αυτοις σαμψων προβλημα υμιν προβαλλομαι εαν απαγγελλοντες απαγγειλητε αυτο εν ταις επτα ημεραις του ποτου και ευρητε δωσω υμιν τριακοντα σινδονας και τριακοντα στολας ιματιων
13 και εαν μη δυνησθε απαγγειλαι μοι δωσετε υμεις εμοι τριακοντα οθονια και τριακοντα αλλασσομενας στολας ιματιων και ειπαν αυτω προβαλου το προβλημα και ακουσομεθα αυτο 14 και ειπεν αυτοις τι βρωτον εξηλθεν εκ βιβρωσκοντος και απο ισχυρου γλυκυ και ουκ ηδυναντο απαγγειλαι το προβλημα επι τρεις ημερας 15 και εγενετο εν τη ημερα τη τεταρτη και ειπαν τη γυναικι σαμψων απατησον δη τον ανδρα σου και απαγγειλατω σοι το προβλημα μηποτε κατακαυσωμεν σε και τον οικον του πατρος σου εν πυρι η εκβιασαι ημας κεκληκατε 16 και εκλαυσεν η γυνη σαμψων προς αυτον και ειπεν πλην μεμισηκας με και ουκ ηγαπησας με οτι το προβλημα ο προεβαλου τοις υιοις του λαου μου ουκ απηγγειλας μοι και ειπεν αυτη σαμψων ει τω πατρι μου και τη μητρι μου ουκ απηγγελκα σοι απαγγειλω 17 και εκλαυσεν προς αυτον επι τας επτα ημερας ας ην αυτοις ο ποτος και εγενετο εν τη ημερα τη εβδομη και απηγγειλεν αυτη οτι παρενωχλησεν αυτω και αυτη απηγγειλεν τοις υιοις του λαου αυτης 18 και ειπαν αυτω οι ανδρες της πολεως εν τη ημερα τη εβδομη προ του ανατειλαι τον ηλιον τι γλυκυτερον μελιτος και τι ισχυροτερον λεοντος και ειπεν αυτοις σαμψων ει μη ηροτριασατε εν τη δαμαλει μου ουκ αν εγνωτε το προβλημα μου 19 και ηλατο επ' αυτον πνευμα κυριου και κατεβη εις ασκαλωνα και επαταξεν εξ αυτων τριακοντα ανδρας και ελαβεν τα ιματια αυτων και εδωκεν τας στολας τοις απαγγειλασιν το προβλημα και ωργισθη θυμω σαμψων και ανεβη εις τον οικον του πατρος αυτου 20 και εγενετο η γυνη σαμψων ενι των φιλων αυτου ων εφιλιασεν

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας