Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ ωρθρισεν ιαρβαλ αυτος εστιν γεδεων και πας ο λαος μετ' αυτου και παρενεβαλον επι πηγην αραδ και παρεμβολη μαδιαμ ην αυτω απο βορρα απο γαβααθ αμωρα εν κοιλαδι 2 και ειπεν κυριος προς γεδεων πολυς ο λαος ο μετα σου ωστε μη παραδουναι με την μαδιαμ εν χειρι αυτων μηποτε καυχησηται ισραηλ επ' εμε λεγων η χειρ μου εσωσεν με 3 και νυν λαλησον δη εν ωσιν του λαου λεγων τις ο φοβουμενος και δειλος επιστρεφετω και εκχωρειτω απο ορους γαλααδ και επεστρεψεν απο του λαου εικοσι και δυο χιλιαδες και δεκα χιλιαδες υπελειφθησαν


4 και ειπεν κυριος προς γεδεων ετι ο λαος πολυς κατενεγκον αυτους προς το υδωρ και εκκαθαρω σοι αυτον εκει και εσται ον εαν ειπω προς σε ουτος πορευσεται συν σοι αυτος πορευσεται συν σοι και παν ον εαν ειπω προς σε ουτος ου πορευσεται μετα σου αυτος ου πορευσεται μετα σου 5 και κατηνεγκεν τον λαον προς το υδωρ και ειπεν κυριος προς γεδεων πας ος αν λαψη τη γλωσση αυτου απο του υδατος ως εαν λαψη ο κυων στησεις αυτον κατα μονας και πας ος εαν κλινη επι τα γονατα αυτου πιειν 6 και εγενετο ο αριθμος των λαψαντων εν χειρι αυτων προς το στομα αυτων τριακοσιοι ανδρες και παν το καταλοιπον του λαου εκλιναν επι τα γονατα αυτων πιειν υδωρ 7 και ειπεν κυριος προς γεδεων εν τοις τριακοσιοις ανδρασιν τοις λαψασιν σωσω υμας και δωσω την μαδιαμ εν χειρι σου και πας ο λαος πορευσονται ανηρ εις τον τοπον αυτου 8 και ελαβον τον επισιτισμον του λαου εν χειρι αυτων και τας κερατινας αυτων και τον παντα ανδρα ισραηλ εξαπεστειλεν ανδρα εις σκηνην αυτου και τους τριακοσιους ανδρας κατισχυσεν και η παρεμβολη μαδιαμ ησαν αυτου υποκατω εν τη κοιλαδι 9 και εγενηθη εν τη νυκτι εκεινη και ειπεν προς αυτον κυριος αναστας καταβηθι εν τη παρεμβολη οτι παρεδωκα αυτην εν τη χειρι σου 10 και ει φοβη συ καταβηναι καταβηθι συ και φαρα το παιδαριον σου εις την παρεμβολην 11 και ακουση τι λαλησουσιν και μετα τουτο ισχυσουσιν αι χειρες σου και καταβηση εν τη παρεμβολη και κατεβη αυτος και φαρα το παιδαριον αυτου προς αρχην των πεντηκοντα οι ησαν εν τη παρεμβολη 12 και μαδιαμ και αμαληκ και παντες υιοι ανατολων βεβλημενοι εν τη κοιλαδι ωσει ακρις εις πληθος και ταις καμηλοις αυτων ουκ ην αριθμος αλλα ησαν ως η αμμος η επι χειλους της θαλασσης εις πληθος
13 και ηλθεν γεδεων και ιδου ανηρ εξηγουμενος τω πλησιον αυτου ενυπνιον και ειπεν ενυπνιον ιδου ενυπνιασαμην και ιδου μαγις αρτου κριθινου στρεφομενη εν τη παρεμβολη μαδιαμ και ηλθεν εως της σκηνης και επαταξεν αυτην και επεσεν και ανεστρεψεν αυτην ανω και επεσεν η σκηνη 14 και απεκριθη ο πλησιον αυτου και ειπεν ουκ εστιν αυτη ει μη ρομφαια γεδεων υιου ιωας ανδρος ισραηλ παρεδωκεν ο θεος εν χειρι αυτου την μαδιαμ και πασαν την παρεμβολην 15 και εγενετο ως ηκουσεν γεδεων την εξηγησιν του ενυπνιου και την συγκρισιν αυτου και προσεκυνησεν κυριω και υπεστρεψεν εις την παρεμβολην ισραηλ και ειπεν αναστητε οτι παρεδωκεν κυριος εν χειρι ημων την παρεμβολην μαδιαμ 16 και διειλεν τους τριακοσιους ανδρας εις τρεις αρχας και εδωκεν κερατινας εν χειρι παντων και υδριας κενας και λαμπαδας εν ταις υδριαις 17 και ειπεν προς αυτους απ' εμου οψεσθε και ουτως ποιησετε και ιδου εγω εισπορευομαι εν αρχη της παρεμβολης και εσται καθως αν ποιησω ουτως ποιησετε 18 και σαλπιω εν τη κερατινη εγω και παντες μετ' εμου σαλπιειτε εν ταις κερατιναις κυκλω ολης της παρεμβολης και ερειτε τω κυριω και τω γεδεων 19 και εισηλθεν γεδεων και οι εκατον ανδρες οι μετ' αυτου εν αρχη της παρεμβολης εν αρχη της φυλακης μεσης και εγειροντες ηγειραν τους φυλασσοντας και εσαλπισαν εν ταις κερατιναις και εξετιναξαν τας υδριας τας εν ταις χερσιν αυτων


20 και εσαλπισαν αι τρεις αρχαι εν ταις κερατιναις και συνετριψαν τας υδριας και εκρατησαν εν χερσιν αριστεραις αυτων τας λαμπαδας και εν χερσιν δεξιαις αυτων τας κερατινας του σαλπιζειν και ανεκραξαν ρομφαια τω κυριω και τω γεδεων 21 και εστησαν ανηρ εφ' εαυτω κυκλω της παρεμβολης και εδραμεν πασα η παρεμβολη και εσημαναν και εφυγαν 22 και εσαλπισαν εν ταις τριακοσιαις κερατιναις και εθηκεν κυριος την ρομφαιαν ανδρος εν τω πλησιον αυτου εν παση τη παρεμβολη και εφυγεν η παρεμβολη εως βηθσεεδτα γαραγαθα εως χειλους αβωμεουλα επι ταβαθ


23 και εβοησαν ανηρ ισραηλ απο νεφθαλι και απο ασηρ και απο παντος μανασση και εδιωξαν οπισω μαδιαμ 24 και αγγελους απεστειλεν γεδεων εν παντι ορει εφραιμ λεγων καταβητε εις συναντησιν μαδιαμ και καταλαβετε εαυτοις το υδωρ εως βαιθηρα και τον ιορδανην και εβοησεν πας ανηρ εφραιμ και προκατελαβοντο το υδωρ εως βαιθηρα και τον ιορδανην
25 και συνελαβον τους αρχοντας μαδιαμ και τον ωρηβ και τον ζηβ και απεκτειναν τον ωρηβ εν σουρ και τον ζηβ απεκτειναν εν ιακεφζηφ και κατεδιωξαν μαδιαμ και την κεφαλην ωρηβ και ζηβ ηνεγκαν προς γεδεων απο περαν του ιορδανου


Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας