Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΤΟΥ δε μηνος του τριτου της εξοδου των υιων ισραηλ εκ γης αιγυπτου τη ημερα ταυτη ηλθοσαν εις την ερημον του σινα


2 και εξηραν εκ ραφιδιν και ηλθοσαν εις την ερημον του σινα και παρενεβαλεν εκει ισραηλ κατεναντι του ορους


3 και μωυσης ανεβη εις το ορος του θεου και εκαλεσεν αυτον ο θεος εκ του ορους λεγων ταδε ερεις τω οικω ιακωβ και αναγγελεις τοις υιοις ισραηλ


4 αυτοι εωρακατε οσα πεποιηκα τοις αιγυπτιοις και ανελαβον υμας ωσει επι πτερυγων αετων και προσηγαγομην υμας προς εμαυτον


5 και νυν εαν ακοη ακουσητε της εμης φωνης και φυλαξητε την διαθηκην μου εσεσθε μοι λαος περιουσιος απο παντων των εθνων εμη γαρ εστιν πασα η γη


6 υμεις δε εσεσθε μοι βασιλειον ιερατευμα και εθνος αγιον ταυτα τα ρηματα ερεις τοις υιοις ισραηλ


7 ηλθεν δε μωυσης και εκαλεσεν τους πρεσβυτερους του λαου και παρεθηκεν αυτοις παντας τους λογους τουτους ους συνεταξεν αυτω ο θεος 8 απεκριθη δε πας ο λαος ομοθυμαδον και ειπαν παντα οσα ειπεν ο θεος ποιησομεν και ακουσομεθα ανηνεγκεν δε μωυσης τους λογους του λαου προς τον θεον 9 ειπεν δε κυριος προς μωυσην ιδου εγω παραγινομαι προς σε εν στυλω νεφελης ινα ακουση ο λαος λαλουντος μου προς σε και σοι πιστευσωσιν εις τον αιωνα ανηγγειλεν δε μωυσης τα ρηματα του λαου προς κυριον 10 ειπεν δε κυριος προς μωυσην καταβας διαμαρτυραι τω λαω και αγνισον αυτους σημερον και αυριον και πλυνατωσαν τα ιματια 11 και εστωσαν ετοιμοι εις την ημεραν την τριτην τη γαρ ημερα τη τριτη καταβησεται κυριος επι το ορος το σινα εναντιον παντος του λαου 12 και αφοριεις τον λαον κυκλω λεγων προσεχετε εαυτοις του αναβηναι εις το ορος και θιγειν τι αυτου πας ο αψαμενος του ορους θανατω τελευτησει


13 ουχ αψεται αυτου χειρ εν γαρ λιθοις λιθοβοληθησεται η βολιδι κατατοξευθησεται εαν τε κτηνος εαν τε ανθρωπος ου ζησεται οταν αι φωναι και αι σαλπιγγες και η νεφελη απελθη απο του ορους εκεινοι αναβησονται επι το ορος


14 κατεβη δε μωυσης εκ του ορους προς τον λαον και ηγιασεν αυτους και επλυναν τα ιματια 15 και ειπεν τω λαω γινεσθε ετοιμοι τρεις ημερας μη προσελθητε γυναικι 16 εγενετο δε τη ημερα τη τριτη γενηθεντος προς ορθρον και εγινοντο φωναι και αστραπαι και νεφελη γνοφωδης επ' ορους σινα φωνη της σαλπιγγος ηχει μεγα και επτοηθη πας ο λαος ο εν τη παρεμβολη 17 και εξηγαγεν μωυσης τον λαον εις συναντησιν του θεου εκ της παρεμβολης και παρεστησαν υπο το ορος 18 το δε ορος το σινα εκαπνιζετο ολον δια το καταβεβηκεναι επ' αυτο τον θεον εν πυρι και ανεβαινεν ο καπνος ως καπνος καμινου και εξεστη πας ο λαος σφοδρα




19 εγινοντο δε αι φωναι της σαλπιγγος προβαινουσαι ισχυροτεραι σφοδρα μωυσης ελαλει ο δε θεος απεκρινατο αυτω φωνη 20 κατεβη δε κυριος επι το ορος το σινα επι την κορυφην του ορους και εκαλεσεν κυριος μωυσην επι την κορυφην του ορους και ανεβη μωυσης 21 και ειπεν ο θεος προς μωυσην λεγων καταβας διαμαρτυραι τω λαω μηποτε εγγισωσιν προς τον θεον κατανοησαι και πεσωσιν εξ αυτων πληθος 22 και οι ιερεις οι εγγιζοντες κυριω τω θεω αγιασθητωσαν μηποτε απαλλαξη απ' αυτων κυριος 23 και ειπεν μωυσης προς τον θεον ου δυνησεται ο λαος προσαναβηναι προς το ορος το σινα συ γαρ διαμεμαρτυρησαι ημιν λεγων αφορισαι το ορος και αγιασαι αυτο 24 ειπεν δε αυτω κυριος βαδιζε καταβηθι και αναβηθι συ και ααρων μετα σου οι δε ιερεις και ο λαος μη βιαζεσθωσαν αναβηναι προς τον θεον μηποτε απολεση απ' αυτων κυριος
25 κατεβη δε μωυσης προς τον λαον και ειπεν αυτοις

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας