Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΠΑΝ το χρυσιον ο κατειργασθη εις τα εργα κατα πασαν την εργασιαν των αγιων εγενετο χρυσιου του της απαρχης εννεα και εικοσι ταλαντα και επτακοσιοι εικοσι σικλοι κατα τον σικλον τον αγιον


2 και αργυριου αφαιρεμα παρα των επεσκεμμενων ανδρων της συναγωγης εκατον ταλαντα και χιλιοι επτακοσιοι εβδομηκοντα πεντε σικλοι 3 δραχμη μια τη κεφαλη το ημισυ του σικλου κατα τον σικλον τον αγιον πας ο παραπορευομενος την επισκεψιν απο εικοσαετους και επανω εις τας εξηκοντα μυριαδας και τρισχιλιοι πεντακοσιοι και πεντηκοντα 4 και εγενηθη τα εκατον ταλαντα του αργυριου εις την χωνευσιν των εκατον κεφαλιδων της σκηνης και εις τας κεφαλιδας του καταπετασματος εκατον κεφαλιδες εις τα εκατον ταλαντα ταλαντον τη κεφαλιδι 5 και τους χιλιους επτακοσιους εβδομηκοντα πεντε σικλους εποιησαν εις τας αγκυλας τοις στυλοις και κατεχρυσωσεν τας κεφαλιδας αυτων και κατεκοσμησεν αυτους 6 και ο χαλκος του αφαιρεματος εβδομηκοντα ταλαντα και χιλιοι πεντακοσιοι σικλοι 7 και εποιησεν εξ αυτου τας βασεις της θυρας της σκηνης του μαρτυριου 8 και τας βασεις της αυλης κυκλω και τας βασεις της πυλης της αυλης και τους πασσαλους της σκηνης και τους πασσαλους της αυλης κυκλω 9 και το παραθεμα το χαλκουν του θυσιαστηριου και παντα τα σκευη του θυσιαστηριου και παντα τα εργαλεια της σκηνης του μαρτυριου 10 και εποιησαν οι υιοι ισραηλ καθα συνεταξεν κυριος τω μωυση ουτως εποιησαν 11 το δε λοιπον χρυσιον του αφαιρεματος εποιησαν σκευη εις το λειτουργειν εν αυτοις εναντι κυριου 12 και την καταλειφθεισαν υακινθον και πορφυραν και το κοκκινον εποιησαν στολας λειτουργικας ααρων ωστε λειτουργειν εν αυταις εν τω αγιω
13 και ηνεγκαν τας στολας προς μωυσην και την σκηνην και τα σκευη αυτης και τας βασεις και τους μοχλους αυτης και τους στυλους 14 και την κιβωτον της διαθηκης και τους διωστηρας αυτης 15 και το θυσιαστηριον και παντα τα σκευη αυτου και το ελαιον της χρισεως και το θυμιαμα της συνθεσεως 16 και την λυχνιαν την καθαραν και τους λυχνους αυτης λυχνους της καυσεως και το ελαιον του φωτος 17 και την τραπεζαν της προθεσεως και παντα τα αυτης σκευη και τους αρτους τους προκειμενους 18 και τας στολας του αγιου αι εισιν ααρων και τας στολας των υιων αυτου εις την ιερατειαν 19 και τα ιστια της αυλης και τους στυλους και το καταπετασμα της θυρας της σκηνης και της πυλης της αυλης και παντα τα σκευη της σκηνης και παντα τα εργαλεια αυτης 20 και τας διφθερας δερματα κριων ηρυθροδανωμενα και τα καλυμματα δερματα υακινθινα και των λοιπων τα επικαλυμματα 21 και τους πασσαλους και παντα τα εργαλεια τα εις τα εργα της σκηνης του μαρτυριου 22 οσα συνεταξεν κυριος τω μωυση ουτως εποιησαν οι υιοι ισραηλ πασαν την αποσκευην 23 και ειδεν μωυσης παντα τα εργα και ησαν πεποιηκοτες αυτα ον τροπον συνεταξεν κυριος τω μωυση ουτως εποιησαν αυτα και ευλογησεν αυτους μωυσης

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας