Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΙΠΕΝ δε κυριος προς μωυσην ειπον ααρων τω αδελφω σου εκτεινον τη χειρι την ραβδον σου επι τους ποταμους και επι τας διωρυγας και επι τα ελη και αναγαγε τους βατραχους 2 και εξετεινεν ααρων την χειρα επι τα υδατα αιγυπτου και ανηγαγεν τους βατραχους και ανεβιβασθη ο βατραχος και εκαλυψεν την γην αιγυπτου 3 εποιησαν δε ωσαυτως και οι επαοιδοι των αιγυπτιων ταις φαρμακειαις αυτων και ανηγαγον τους βατραχους επι γην αιγυπτου 4 και εκαλεσεν φαραω μωυσην και ααρων και ειπεν ευξασθε περι εμου προς κυριον και περιελετω τους βατραχους απ' εμου και απο του εμου λαου και εξαποστελω τον λαον και θυσωσιν κυριω 5 ειπεν δε μωυσης προς φαραω ταξαι προς με ποτε ευξωμαι περι σου και περι των θεραποντων σου και περι του λαου σου αφανισαι τους βατραχους απο σου και απο του λαου σου και εκ των οικιων υμων πλην εν τω ποταμω υπολειφθησονται 6 ο δε ειπεν εις αυριον ειπεν ουν ως ειρηκας ινα ειδης οτι ουκ εστιν αλλος πλην κυριου


7 και περιαιρεθησονται οι βατραχοι απο σου και εκ των οικιων υμων και εκ των επαυλεων και απο των θεραποντων σου και απο του λαου σου πλην εν τω ποταμω υπολειφθησονται


8 εξηλθεν δε μωυσης και ααρων απο φαραω και εβοησεν μωυσης προς κυριον περι του ορισμου των βατραχων ως εταξατο φαραω 9 εποιησεν δε κυριος καθαπερ ειπεν μωυσης και ετελευτησαν οι βατραχοι εκ των οικιων και εκ των επαυλεων και εκ των αγρων 10 και συνηγαγον αυτους θιμωνιας θιμωνιας και ωζεσεν η γη 11 ιδων δε φαραω οτι γεγονεν αναψυξις εβαρυνθη η καρδια αυτου και ουκ εισηκουσεν αυτων καθαπερ ελαλησεν κυριος 12 ειπεν δε κυριος προς μωυσην ειπον ααρων εκτεινον τη χειρι την ραβδον σου και παταξον το χωμα της γης και εσονται σκνιφες εν τε τοις ανθρωποις και εν τοις τετραποσιν και εν παση γη αιγυπτου
13 εξετεινεν ουν ααρων τη χειρι την ραβδον και επαταξεν το χωμα της γης και εγενοντο οι σκνιφες εν τε τοις ανθρωποις και εν τοις τετραποσιν και εν παντι χωματι της γης εγενοντο οι σκνιφες εν παση γη αιγυπτου 14 εποιησαν δε ωσαυτως και οι επαοιδοι ταις φαρμακειαις αυτων εξαγαγειν τον σκνιφα και ουκ ηδυναντο και εγενοντο οι σκνιφες εν τοις ανθρωποις και εν τοις τετραποσιν 15 ειπαν ουν οι επαοιδοι τω φαραω δακτυλος θεου εστιν τουτο και εσκληρυνθη η καρδια φαραω και ουκ εισηκουσεν αυτων καθαπερ ελαλησεν κυριος 16 ειπεν δε κυριος προς μωυσην ορθρισον το πρωι και στηθι εναντιον φαραω και ιδου αυτος εξελευσεται επι το υδωρ και ερεις προς αυτον ταδε λεγει κυριος εξαποστειλον τον λαον μου ινα μοι λατρευσωσιν εν τη ερημω


17 εαν δε μη βουλη εξαποστειλαι τον λαον μου ιδου εγω επαποστελλω επι σε και επι τους θεραποντας σου και επι τον λαον σου και επι τους οικους υμων κυνομυιαν και πλησθησονται αι οικιαι των αιγυπτιων της κυνομυιης και εις την γην εφ' ης εισιν επ' αυτης 18 και παραδοξασω εν τη ημερα εκεινη την γην γεσεμ εφ' ης ο λαος μου επεστιν επ' αυτης εφ' ης ουκ εσται εκει η κυνομυια ινα ειδης οτι εγω ειμι κυριος ο κυριος πασης της γης 19 και δωσω διαστολην ανα μεσον του εμου λαου και ανα μεσον του σου λαου εν δε τη αυριον εσται το σημειον τουτο επι της γης 20 εποιησεν δε κυριος ουτως και παρεγενετο η κυνομυια πληθος εις τους οικους φαραω και εις τους οικους των θεραποντων αυτου και εις πασαν την γην αιγυπτου και εξωλεθρευθη η γη απο της κυνομυιης 21 εκαλεσεν δε φαραω μωυσην και ααρων λεγων ελθοντες θυσατε τω θεω υμων εν τη γη 22 και ειπεν μωυσης ου δυνατον γενεσθαι ουτως τα γαρ βδελυγματα των αιγυπτιων θυσομεν κυριω τω θεω ημων εαν γαρ θυσωμεν τα βδελυγματα των αιγυπτιων εναντιον αυτων λιθοβοληθησομεθα 23 οδον τριων ημερων πορευσομεθα εις την ερημον και θυσομεν κυριω τω θεω ημων καθαπερ ειπεν ημιν 24 και ειπεν φαραω εγω αποστελλω υμας και θυσατε κυριω τω θεω υμων εν τη ερημω αλλ' ου μακραν αποτενειτε πορευθηναι ευξασθε ουν περι εμου προς κυριον


25 ειπεν δε μωυσης οδε εγω εξελευσομαι απο σου και ευξομαι προς τον θεον και απελευσεται η κυνομυια απο σου και απο των θεραποντων σου και του λαου σου αυριον μη προσθης ετι φαραω εξαπατησαι του μη εξαποστειλαι τον λαον θυσαι κυριω 26 εξηλθεν δε μωυσης απο φαραω και ηυξατο προς τον θεον 27 εποιησεν δε κυριος καθαπερ ειπεν μωυσης και περιειλεν την κυνομυιαν απο φαραω και των θεραποντων αυτου και του λαου αυτου και ου κατελειφθη ουδεμια


28 και εβαρυνεν φαραω την καρδιαν αυτου και επι του καιρου τουτου και ουκ ηθελησεν εξαποστειλαι τον λαον

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας