Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ ελαλησεν μαριαμ και ααρων κατα μωυση ενεκεν της γυναικος της αιθιοπισσης ην ελαβεν μωυσης οτι γυναικα αιθιοπισσαν ελαβεν 2 και ειπαν μη μωυση μονω λελαληκεν κυριος ουχι και ημιν ελαλησεν και ηκουσεν κυριος 3 και ο ανθρωπος μωυσης πραυς σφοδρα παρα παντας τους ανθρωπους τους οντας επι της γης


4 και ειπεν κυριος παραχρημα προς μωυσην και μαριαμ και ααρων εξελθατε υμεις οι τρεις εις την σκηνην του μαρτυριου και εξηλθον οι τρεις εις την σκηνην του μαρτυριου 5 και κατεβη κυριος εν στυλω νεφελης και εστη επι της θυρας της σκηνης του μαρτυριου και εκληθησαν ααρων και μαριαμ και εξηλθοσαν αμφοτεροι 6 και ειπεν προς αυτους ακουσατε των λογων μου εαν γενηται προφητης υμων κυριω εν οραματι αυτω γνωσθησομαι και εν υπνω λαλησω αυτω 7 ουχ ουτως ο θεραπων μου μωυσης εν ολω τω οικω μου πιστος εστιν


8 στομα κατα στομα λαλησω αυτω εν ειδει και ου δι' αινιγματων και την δοξαν κυριου ειδεν και δια τι ουκ εφοβηθητε καταλαλησαι κατα του θεραποντος μου μωυση


9 και οργη θυμου κυριου επ' αυτοις και απηλθεν 10 και η νεφελη απεστη απο της σκηνης και ιδου μαριαμ λεπρωσα ωσει χιων και επεβλεψεν ααρων επι μαριαμ και ιδου λεπρωσα


11 και ειπεν ααρων προς μωυσην δεομαι κυριε μη συνεπιθη ημιν αμαρτιαν διοτι ηγνοησαμεν καθοτι ημαρτομεν 12 μη γενηται ωσει ισον θανατω ωσει εκτρωμα εκπορευομενον εκ μητρας μητρος και κατεσθιει το ημισυ των σαρκων αυτης
13 και εβοησεν μωυσης προς κυριον λεγων ο θεος δεομαι σου ιασαι αυτην 14 και ειπεν κυριος προς μωυσην ει ο πατηρ αυτης πτυων ενεπτυσεν εις το προσωπον αυτης ουκ εντραπησεται επτα ημερας αφορισθητω επτα ημερας εξω της παρεμβολης και μετα ταυτα εισελευσεται 15 και αφωρισθη μαριαμ εξω της παρεμβολης επτα ημερας και ο λαος ουκ εξηρεν εως εκαθαρισθη μαριαμ 16 και μετα ταυτα εξηρεν ο λαος εξ ασηρωθ και παρενεβαλον εν τη ερημω του φαραν

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας