Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ εγενετο ως ηκουσαν οι βασιλεις των αμορραιων οι ησαν περαν του ιορδανου και οι βασιλεις της φοινικης οι παρα την θαλασσαν οτι απεξηρανεν κυριος ο θεος τον ιορδανην ποταμον εκ των εμπροσθεν των υιων ισραηλ εν τω διαβαινειν αυτους και ετακησαν αυτων αι διανοιαι και κατεπλαγησαν και ουκ ην εν αυτοις φρονησις ουδεμια απο προσωπου των υιων ισραηλ 2 υπο δε τουτον τον καιρον ειπεν κυριος τω ιησοι ποιησον σεαυτω μαχαιρας πετρινας εκ πετρας ακροτομου και καθισας περιτεμε τους υιους ισραηλ 3 και εποιησεν ιησους μαχαιρας πετρινας ακροτομους και περιετεμεν τους υιους ισραηλ επι του καλουμενου τοπου βουνος των ακροβυστιων 4 ον δε τροπον περιεκαθαρεν ιησους τους υιους ισραηλ οσοι ποτε εγενοντο εν τη οδω και οσοι ποτε απεριτμητοι ησαν των εξεληλυθοτων εξ αιγυπτου 5 παντας τουτους περιετεμεν ιησους 6 τεσσαρακοντα γαρ και δυο ετη ανεστραπται ισραηλ εν τη ερημω τη μαδβαριτιδι διο απεριτμητοι ησαν οι πλειστοι αυτων των μαχιμων των εξεληλυθοτων εκ γης αιγυπτου οι απειθησαντες των εντολων του θεου οις και διωρισεν μη ιδειν αυτους την γην ην ωμοσεν κυριος τοις πατρασιν αυτων δουναι ημιν γην ρεουσαν γαλα και μελι 7 αντι δε τουτων αντικατεστησεν τους υιους αυτων ους ιησους περιετεμεν δια το αυτους γεγενησθαι κατα την οδον απεριτμητους 8 περιτμηθεντες δε ησυχιαν ειχον αυτοθι καθημενοι εν τη παρεμβολη εως υγιασθησαν 9 και ειπεν κυριος τω ιησοι υιω ναυη εν τη σημερον ημερα αφειλον τον ονειδισμον αιγυπτου αφ' υμων και εκαλεσεν το ονομα του τοπου εκεινου γαλγαλα 10 και εποιησαν οι υιοι ισραηλ το πασχα τη τεσσαρεσκαιδεκατη ημερα του μηνος απο εσπερας επι δυσμων ιεριχω εν τω περαν του ιορδανου εν τω πεδιω 11 και εφαγοσαν απο του σιτου της γης αζυμα και νεα εν ταυτη τη ημερα 12 εξελιπεν το μαννα μετα το βεβρωκεναι αυτους εκ του σιτου της γης και ουκετι υπηρχεν τοις υιοις ισραηλ μαννα εκαρπισαντο δε την χωραν των φοινικων εν τω ενιαυτω εκεινω
13 και εγενετο ως ην ιησους εν ιεριχω και αναβλεψας τοις οφθαλμοις ειδεν ανθρωπον εστηκοτα εναντιον αυτου και η ρομφαια εσπασμενη εν τη χειρι αυτου και προσελθων ιησους ειπεν αυτω ημετερος ει η των υπεναντιων


14 ο δε ειπεν αυτω εγω αρχιστρατηγος δυναμεως κυριου νυνι παραγεγονα και ιησους επεσεν επι προσωπον επι την γην και ειπεν αυτω δεσποτα τι προστασσεις τω σω οικετη 15 και λεγει ο αρχιστρατηγος κυριου προς ιησουν λυσαι το υποδημα εκ των ποδων σου ο γαρ τοπος εφ' ω συ εστηκας αγιος εστιν


Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας