Αγία Γραφή (LXX, Textus Receptus)

Σοφία Σαλoμῶντος Κεφάλαιο 15

ΣΥ δε ο θεος ημων χρηστος και αληθης μακροθυμος και ελεει διοικων τα παντα 2 και γαρ εαν αμαρτωμεν σοι εσμεν ειδοτες σου το κρατος ουχ αμαρτησομεθα δε ειδοτες οτι σοι λελογισμεθα 3 το γαρ επιστασθαι σε ολοκληρος δικαιοσυνη και ειδεναι σου το κρατος ριζα αθανασιας 4 ουτε γαρ επλανησεν ημας ανθρωπων κακοτεχνος επινοια ουδε σκιαγραφων πονος ακαρπος ειδος σπιλωθεν χρωμασιν διηλλαγμενοις 5 ων οψις αφροσιν εις ορεξιν ερχεται ποθει τε νεκρας εικονος ειδος απνουν 6 κακων ερασται αξιοι τε τοιουτων ελπιδων και οι δρωντες και οι ποθουντες και οι σεβομενοι 7 και γαρ κεραμευς απαλην γην θλιβων επιμοχθον πλασσει προς υπηρεσιαν ημων εν εκαστον αλλ' εκ του αυτου πηλου ανεπλασατο τα τε των καθαρων εργων δουλα σκευη τα τε εναντια παντα ομοιως τουτων δε ετερου τις εκαστου εστιν η χρησις κριτης ο πηλουργος

8 και κακομοχθος θεον ματαιον εκ του αυτου πλασσει πηλου ος προ μικρου εκ γης γενηθεις μετ' ολιγον πορευεται εξ ης ελημφθη το της ψυχης απαιτηθεις χρεος 9 αλλ' εστιν αυτω φροντις ουχ οτι μελλει καμνειν ουδ' οτι βραχυτελη βιον εχει αλλ' αντερειδεται μεν χρυσουργοις και αργυροχοοις χαλκοπλαστας τε μιμειται και δοξαν ηγειται οτι κιβδηλα πλασσει 10 σποδος η καρδια αυτου και γης ευτελεστερα η ελπις αυτου πηλου τε ατιμοτερος ο βιος αυτου 11 οτι ηγνοησεν τον πλασαντα αυτον και τον εμπνευσαντα αυτω ψυχην ενεργουσαν και εμφυσησαντα πνευμα ζωτικον 12 αλλ' ελογισαντο παιγνιον ειναι την ζωην ημων και τον βιον πανηγυρισμον επικερδη δειν γαρ φησιν οθεν δη καν εκ κακου ποριζειν

13 ουτος γαρ παρα παντας οιδεν οτι αμαρτανει υλης γεωδους ευθραυστα σκευη και γλυπτα δημιουργων 14 παντες δε αφρονεστατοι και ταλανες υπερ ψυχην νηπιου οι εχθροι του λαου σου καταδυναστευσαντες αυτον 15 οτι και παντα τα ειδωλα των εθνων ελογισαντο θεους οις ουτε ομματων χρησις εις ορασιν ουτε ρινες εις συνολκην αερος ουτε ωτα ακουειν ουτε δακτυλοι χειρων εις ψηλαφησιν και οι ποδες αυτων αργοι προς επιβασιν

16 ανθρωπος γαρ εποιησεν αυτους και το πνευμα δεδανεισμενος επλασεν αυτους ουδεις γαρ αυτω ομοιον ανθρωπος ισχυει πλασαι θεον 17 θνητος δε ων νεκρον εργαζεται χερσιν ανομοις κρειττων γαρ εστιν των σεβασματων αυτου ων αυτος μεν εζησεν εκεινα δε ουδεποτε 18 και τα ζωα δε τα εχθιστα σεβονται ανοια γαρ συγκρινομενα των αλλων εστι χειρονα 19 ουδ' οσον επιποθησαι ως εν ζωων οψει καλα τυγχανει εκπεφευγεν δε και τον του θεου επαινον και την ευλογιαν αυτου
Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας