Αγία Γραφή (LXX, Textus Receptus)

Τωβίτ Κεφάλαιο 9

ΚΑΙ εκαλεσεν τωβιας τον ραφαηλ και ειπεν αυτω 2 αζαρια αδελφε λαβε μετα σεαυτου παιδα και δυο καμηλους και πορευθητι εν ραγοις της μηδιας παρα γαβαηλ και κομισαι μοι το αργυριον και αυτον αγε εις τον γαμον 3 διοτι ομωμοκεν ραγουηλ μη εξελθειν με 4 και ο πατηρ μου αριθμει τας ημερας και εαν χρονισω μεγα οδυνηθησεται λιαν 5 και επορευθη ραφαηλ και ηυλισθη παρα γαβαηλω και εδωκεν αυτω το χειρογραφον ος δε προηνεγκεν τα θυλακια εν ταις σφραγισιν και εδωκεν αυτω 6 και ωρθρευσαν κοινως και ηλθοσαν εις τον γαμον και ευλογησεν τωβιας την γυναικα αυτου
Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας