Αγία Γραφή (LXX, Textus Receptus)

Ὡσηέ Κεφάλαιο 6

ΠΟΡΕΥΘΩΜΕΝ και επιστρεψωμεν προς κυριον τον θεον ημων οτι αυτος ηρπακεν και ιασεται ημας παταξει και μοτωσει ημας 2 υγιασει ημας μετα δυο ημερας εν τη ημερα τη τριτη αναστησομεθα και ζησομεθα ενωπιον αυτου 3 και γνωσομεθα διωξομεν του γνωναι τον κυριον ως ορθρον ετοιμον ευρησομεν αυτον και ηξει ως υετος ημιν προιμος και οψιμος τη γη

4 τι σοι ποιησω εφραιμ τι σοι ποιησω ιουδα το δε ελεος υμων ως νεφελη πρωινη και ως δροσος ορθρινη πορευομενη 5 δια τουτο απεθερισα τους προφητας υμων απεκτεινα αυτους εν ρημασιν στοματος μου και το κριμα μου ως φως εξελευσεται 6 διοτι ελεος θελω και ου θυσιαν και επιγνωσιν θεου η ολοκαυτωματα

7 αυτοι δε εισιν ως ανθρωπος παραβαινων διαθηκην εκει κατεφρονησεν μου 8 γαλααδ πολις εργαζομενη ματαια ταρασσουσα υδωρ 9 και η ισχυς σου ανδρος πειρατου εκρυψαν ιερεις οδον κυριου εφονευσαν σικιμα οτι ανομιαν εποιησαν 10 εν τω οικω ισραηλ ειδον φρικωδη εκει πορνειαν του εφραιμ εμιανθη ισραηλ και ιουδα 11 αρχου τρυγαν σεαυτω εν τω επιστρεφειν με την αιχμαλωσιαν του λαου μου
Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας