Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ ο βασιλευς αντιοχος διεπορευετο τας επανω χωρας και ηκουσεν οτι εστιν ελυμαις εν τη περσιδι πολις ενδοξος πλουτω αργυριω και χρυσιω 2 και το ιερον το εν αυτη πλουσιον σφοδρα και εκει καλυμματα χρυσα και θωρακες και οπλα α κατελιπεν εκει αλεξανδρος ο του φιλιππου ο βασιλευς ο μακεδων ος εβασιλευσεν πρωτος εν τοις ελλησι 3 και ηλθεν και εζητει καταλαβεσθαι την πολιν και προνομευσαι αυτην και ουκ ηδυνασθη οτι εγνωσθη ο λογος τοις εκ της πολεως 4 και αντεστησαν αυτω εις πολεμον και εφυγεν και απηρεν εκειθεν μετα λυπης μεγαλης αποστρεψαι εις βαβυλωνα 5 και ηλθεν τις απαγγελλων αυτω εις την περσιδα οτι τετροπωνται αι παρεμβολαι αι πορευθεισαι εις γην ιουδα 6 και επορευθη λυσιας δυναμει ισχυρα εν πρωτοις και ενετραπη απο προσωπου αυτων και επισχυσαν οπλοις και δυναμει και σκυλοις πολλοις οις ελαβον απο των παρεμβολων ων εξεκοψαν 7 και καθειλον το βδελυγμα ο ωκοδομησεν επι το θυσιαστηριον το εν ιερουσαλημ και το αγιασμα καθως το προτερον εκυκλωσαν τειχεσιν υψηλοις και την βαιθσουραν πολιν αυτου 8 και εγενετο ως ηκουσεν ο βασιλευς τους λογους τουτους εθαμβηθη και εσαλευθη σφοδρα και επεσεν επι την κοιτην και ενεπεσεν εις αρρωστιαν απο της λυπης οτι ουκ εγενετο αυτω καθως ενεθυμειτο 9 και ην εκει ημερας πλειους οτι ανεκαινισθη επ' αυτον λυπη μεγαλη και ελογισατο οτι αποθνησκει 10 και εκαλεσεν παντας τους φιλους αυτου και ειπεν προς αυτους αφισταται ο υπνος απο των οφθαλμων μου και συμπεπτωκα τη καρδια απο της μεριμνης 11 και ειπα τη καρδια εως τινος θλιψεως ηλθα και κλυδωνος μεγαλου εν ω νυν ειμι οτι χρηστος και αγαπωμενος ημην εν τη εξουσια μου 12 νυν δε μιμνησκομαι των κακων ων εποιησα εν ιερουσαλημ και ελαβον παντα τα σκευη τα αργυρα και τα χρυσα τα εν αυτη και εξαπεστειλα εξαραι τους κατοικουντας ιουδα δια κενης
13 εγνων οτι χαριν τουτων ευρεν με τα κακα ταυτα και ιδου απολλυμαι λυπη μεγαλη εν γη αλλοτρια 14 και εκαλεσεν φιλιππον ενα των φιλων αυτου και κατεστησεν αυτον επι πασης της βασιλειας αυτου 15 και εδωκεν αυτω το διαδημα και την στολην αυτου και τον δακτυλιον του αγαγειν αντιοχον τον υιον αυτου και εκθρεψαι αυτον του βασιλευειν

Loading...


16 και απεθανεν εκει αντιοχος ο βασιλευς ετους ενατου και τεσσαρακοστου και εκατοστου 17 και επεγνω λυσιας οτι τεθνηκεν ο βασιλευς και κατεστησεν βασιλευειν αντιοχον τον υιον αυτου ον εξεθρεψεν νεωτερον και εκαλεσεν το ονομα αυτου ευπατωρ 18 και οι εκ της ακρας ησαν συγκλειοντες τον ισραηλ κυκλω των αγιων και ζητουντες κακα δι' ολου και στηριγμα τοις εθνεσιν 19 και ελογισατο ιουδας εξαραι αυτους και εξεκκλησιασε παντα τον λαον του περικαθισαι επ' αυτους 20 και συνηχθησαν αμα και περιεκαθισαν επ' αυτην ετους πεντηκοστου και εκατοστου και εποιησεν βελοστασεις και μηχανας 21 και εξηλθον εξ αυτων εκ του συγκλεισμου και εκολληθησαν αυτοις τινες των ασεβων εξ ισραηλ 22 και επορευθησαν προς τον βασιλεα και ειπον εως ποτε ου ποιηση κρισιν και εκδικησεις τους αδελφους ημων 23 ημεις ευδοκουμεν δουλευειν τω πατρι σου και πορευεσθαι τοις υπ' αυτου λεγομενοις και κατακολουθειν τοις προσταγμασιν αυτου 24 και περιεκαθηντο επ' αυτην οι υιοι του λαου ημων χαριν τουτου και ηλλοτριουντο αφ' ημων πλην οσοι ευρισκοντο εξ ημων εθανατουντο και αι κληρονομιαι ημων διηρπαζοντο
25 και ουκ εφ' ημας μονον εξετειναν χειρα αλλα και επι παντα τα ορια αυτων 26 και ιδου παρεμβεβληκασι σημερον επι την ακραν εν ιερουσαλημ του καταλαβεσθαι αυτην και το αγιασμα και την βαιθσουραν ωχυρωσαν 27 και εαν μη προκαταλαβη αυτους δια ταχους μειζονα τουτων ποιησουσιν και ου δυνηση του κατασχειν αυτων 28 και ωργισθη ο βασιλευς οτε ηκουσεν και συνηγαγεν παντας τους φιλους αυτου αρχοντας δυναμεως αυτου και τους επι των ηνιων 29 και απο βασιλειων ετερων και απο νησων θαλασσων ηλθον προς αυτον δυναμεις μισθωται 30 και ην ο αριθμος των δυναμεων αυτου εκατον χιλιαδες πεζων και εικοσι χιλιαδες ιππεων και ελεφαντες δυο και τριακοντα ειδοτες πολεμον 31 και ηλθον δια της ιδουμαιας και παρενεβαλον επι βαιθσουραν και επολεμησαν ημερας πολλας και εποιησαν μηχανας και εξηλθον και ενεπυρισαν αυτας πυρι και επολεμησαν ανδρωδως 32 και απηρεν ιουδας απο της ακρας και παρενεβαλεν εις βαιθζαχαρια απεναντι της παρεμβολης του βασιλεως 33 και ωρθρισεν ο βασιλευς το πρωι και απηρεν την παρεμβολην εν ορμηματι αυτης κατα την οδον βαιθζαχαρια και διεσκευασθησαν αι δυναμεις εις τον πολεμον και εσαλπισαν ταις σαλπιγξιν 34 και τοις ελεφασιν εδειξαν αιμα σταφυλης και μορων του παραστησαι αυτους εις τον πολεμον 35 και διειλον τα θηρια εις τας φαλαγγας και παρεστησαν εκαστω ελεφαντι χιλιους ανδρας τεθωρακισμενους εν αλυσιδωτοις και περικεφαλαιαι χαλκαι επι των κεφαλων αυτων και πεντακοσια ιππος διατεταγμενη εκαστω θηριω εκλελεγμενη 36 ουτοι προ καιρου ου αν η το θηριον ησαν και ου εαν επορευετο επορευοντο αμα ουκ αφισταντο απ' αυτου
37 και πυργοι ξυλινοι επ' αυτους οχυροι σκεπαζομενοι εφ' εκαστου θηριου εζωσμενοι επ' αυτου μηχαναις και εφ' εκαστου ανδρες δυναμεως τεσσαρες οι πολεμουντες επ' αυτοις και ο ινδος αυτου 38 και την επιλοιπον ιππον ενθεν και ενθεν εστησεν επι τα δυο μερη της παρεμβολης κατασειοντες και καταφρασσομενοι εν ταις φαλαγξιν 39 ως δε εστιλβεν ο ηλιος επι τας χρυσας και χαλκας ασπιδας εστιλβεν τα ορη απ' αυτων και κατηυγαζεν ως λαμπαδες πυρος 40 και εξεταθη μερος τι της παρεμβολης του βασιλεως επι τα υψηλα ορη και τινες επι τα ταπεινα και ηρχοντο ασφαλως και τεταγμενως 41 και εσαλευοντο παντες οι ακουοντες φωνης πληθους αυτων και οδοιποριας του πληθους και συγκρουσμου των οπλων ην γαρ η παρεμβολη μεγαλη σφοδρα και ισχυρα 42 και ηγγισεν ιουδας και η παρεμβολη αυτου εις παραταξιν και επεσον απο της παρεμβολης του βασιλεως εξακοσιοι ανδρες 43 και ειδεν ελεαζαρος ο αυαραν εν των θηριων τεθωρακισμενον θωραξιν βασιλικοις και ην υπεραγον παντα τα θηρια και ωηθη οτι εν αυτω εστιν ο βασιλευς 44 και εδωκεν εαυτον του σωσαι τον λαον αυτου και περιποιησαι εαυτω ονομα αιωνιον 45 και επεδραμεν αυτω θρασει εις μεσον της φαλαγγος και εθανατου δεξια και ευωνυμα και εσχιζοντο απ' αυτου ενθα και ενθα 46 και εισεδυ υπο τον ελεφαντα και υπεθηκεν αυτω και ανειλεν αυτον και επεσεν επι την γην επανω αυτου και απεθανεν εκει 47 και ειδον την ισχυν της βασιλειας και το ορμημα των δυναμεων και εξεκλιναν απ' αυτων 48 οι δε εκ της παρεμβολης του βασιλεως ανεβαινον εις συναντησιν αυτων εις ιερουσαλημ και παρενεβαλεν ο βασιλευς εις την ιουδαιαν και εις το ορος σιων
49 και εποιησεν ειρηνην μετα των εκ βαιθσουρων και εξηλθον εκ της πολεως οτι ουκ ην αυτοις εκει διατροφη του συγκεκλεισθαι εν αυτη οτι σαββατον ην τη γη 50 και κατελαβετο ο βασιλευς την βαιθσουραν και απεταξεν εκει φρουραν τηρειν αυτην 51 και παρενεβαλεν επι το αγιασμα ημερας πολλας και εστησεν εκει βελοστασεις και μηχανας και πυροβολα και λιθοβολα και σκορπιδια εις το βαλλεσθαι βελη και σφενδονας 52 και εποιησαν και αυτοι μηχανας προς τας μηχανας αυτων και επολεμησαν ημερας πολλας 53 βρωματα δε ουκ ην εν τοις αγγειοις δια το εβδομον ετος ειναι και οι ανασωζομενοι εις την ιουδαιαν απο των εθνων κατεφαγον το υπολειμμα της παραθεσεως 54 και υπελειφθησαν εν τοις αγιοις ανδρες ολιγοι οτι κατεκρατησεν αυτων ο λιμος και εσκορπισθησαν εκαστος εις τον τοπον αυτου 55 και ηκουσεν λυσιας οτι φιλιππος ον κατεστησεν ο βασιλευς αντιοχος ετι ζωντος αυτου εκθρεψαι αντιοχον τον υιον αυτου εις το βασιλευσαι αυτον

Loading...


56 απεστρεψεν απο της περσιδος και μηδιας και αι δυναμεις αι πορευθεισαι μετα του βασιλεως μετ' αυτου και οτι ζητει παραλαβειν τα των πραγματων 57 και κατεσπευδεν και επενευσεν του απελθειν και ειπεν προς τον βασιλεα και τους ηγεμονας της δυναμεως και τους ανδρας εκλειπομεν καθ' ημεραν και η τροφη ημιν ολιγη και ο τοπος ου παρεμβαλλομεν εστιν οχυρος και επικειται ημιν τα της βασιλειας 58 νυν ουν δωμεν δεξιας τοις ανθρωποις τουτοις και ποιησωμεν μετ' αυτων ειρηνην και μετα παντος εθνους αυτων 59 και στησωμεν αυτοις του πορευεσθαι τοις νομιμοις αυτων ως το προτερον χαριν γαρ των νομιμων αυτων ων διεσκεδασαμεν ωργισθησαν και εποιησαν ταυτα παντα 60 και ηρεσεν ο λογος εναντιον του βασιλεως και των αρχοντων και απεστειλεν προς αυτους ειρηνευσαι και επεδεξαντο 61 και ωμοσεν αυτοις ο βασιλευς και οι αρχοντες επι τουτοις εξηλθον εκ του οχυρωματος 62 και εισηλθεν ο βασιλευς εις ορος σιων και ειδεν το οχυρωμα του τοπου και ηθετησεν τον ορκισμον ον ωμοσεν και ενετειλατο καθελειν το τειχος κυκλοθεν 63 και απηρεν κατα σπουδην και απεστρεψεν εις αντιοχειαν και ευρεν φιλιππον κυριευοντα της πολεως και επολεμησεν προς αυτον και κατελαβετο την πολιν βια

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας