Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΣΙΜΩΝ ονιου υιος ιερευς ο μεγας ος εν ζωη αυτου υπερραψεν οικον και εν ημεραις αυτου εστερεωσεν ναον

Loading...


2 και υπ' αυτου εθεμελιωθη υψος διπλης αναλημμα υψηλον περιβολου ιερου 3 εν ημεραις αυτου ελατομηθη αποδοχειον υδατων λακκος ωσει θαλασσης το περιμετρον 4 ο φροντιζων του λαου αυτου απο πτωσεως και ενισχυσας πολιν εν πολιορκησει 5 ως εδοξασθη εν περιστροφη λαου εν εξοδω οικου καταπετασματος 6 ως αστηρ εωθινος εν μεσω νεφελων ως σεληνη πληρης εν ημεραις 7 ως ηλιος εκλαμπων επι ναον υψιστου και ως τοξον φωτιζον εν νεφελαις δοξης 8 ως ανθος ροδων εν ημεραις νεων ως κρινα επ' εξοδω υδατος ως βλαστος λιβανου εν ημεραις θερους 9 ως πυρ και λιβανος επι πυρειου ως σκευος χρυσιου ολοσφυρητον κεκοσμημενον παντι λιθω πολυτελει 10 ως ελαια αναθαλλουσα καρπους και ως κυπαρισσος υψουμενη εν νεφελαις 11 εν τω αναλαμβανειν αυτον στολην δοξης και ενδιδυσκεσθαι αυτον συντελειαν καυχηματος εν αναβασει θυσιαστηριου αγιου εδοξασεν περιβολην αγιασματος 12 εν δε τω δεχεσθαι μελη εκ χειρων ιερεων και αυτος εστως παρ' εσχαρα βωμου κυκλοθεν αυτου στεφανος αδελφων ως βλαστημα κεδρων εν τω λιβανω και εκυκλωσαν αυτον ως στελεχη φοινικων
13 και παντες οι υιοι ααρων εν δοξη αυτων και προσφορα κυριου εν χερσιν αυτων εναντι πασης εκκλησιας ισραηλ 14 και συντελειαν λειτουργων επι βωμων κοσμησαι προσφοραν υψιστου παντοκρατορος 15 εξετεινεν επι σπονδειου χειρα αυτου και εσπεισεν εξ αιματος σταφυλης εξεχεεν εις θεμελια θυσιαστηριου οσμην ευωδιας υψιστω παμβασιλει 16 τοτε ανεκραγον οι υιοι ααρων εν σαλπιγξιν ελαταις ηχησαν ακουστην εποιησαν φωνην μεγαλην εις μνημοσυνον εναντι υψιστου 17 τοτε πας ο λαος κοινη κατεσπευσαν και επεσαν επι προσωπον επι την γην προσκυνησαι τω κυριω αυτων παντοκρατορι θεω υψιστω 18 και ηνεσαν οι ψαλτωδοι εν φωναις αυτων εν πλειστω ηχω εγλυκανθη μελος 19 και εδεηθη ο λαος κυριου υψιστου εν προσευχη κατεναντι ελεημονος εως συντελεσθη κοσμος κυριου και την λειτουργιαν αυτου ετελειωσαν 20 τοτε καταβας επηρεν χειρας αυτου επι πασαν εκκλησιαν υιων ισραηλ δουναι ευλογιαν κυριου εκ χειλεων αυτου και εν ονοματι αυτου καυχησασθαι 21 και εδευτερωσαν εν προσκυνησει επιδεξασθαι την ευλογιαν παρα υψιστου 22 και νυν ευλογησατε τον θεον παντων τον μεγαλα ποιουντα παντη τον υψουντα ημερας ημων εκ μητρας και ποιουντα μεθ' ημων κατα το ελεος αυτου 23 δωη ημιν ευφροσυνην καρδιας και γενεσθαι ειρηνην εν ημεραις ημων εν ισραηλ κατα τας ημερας του αιωνος 24 εμπιστευσαι μεθ' ημων το ελεος αυτου και εν ταις ημεραις ημων λυτρωσασθω ημας 25 εν δυσιν εθνεσιν προσωχθισεν η ψυχη μου και το τριτον ουκ εστιν εθνος 26 οι καθημενοι εν ορει σαμαρειας και φυλιστιιμ και ο λαος ο μωρος ο κατοικων εν σικιμοις 27 παιδειαν συνεσεως και επιστημης εχαραξεν εν τω βιβλιω τουτω ιησους υιος σιραχ ελεαζαρ ο ιεροσολυμιτης ος ανωμβρησεν σοφιαν απο καρδιας αυτου 28 μακαριος ος εν τουτοις αναστραφησεται και θεις αυτα επι καρδιαν αυτου σοφισθησεται 29 εαν γαρ αυτα ποιηση προς παντα ισχυσει οτι φως κυριου το ιχνος αυτου

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας