Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ ανεστη ηλιας προφητης ως πυρ και ο λογος αυτου ως λαμπας εκαιετο

Loading...


2 ος επηγαγεν επ' αυτους λιμον και τω ζηλω αυτου ωλιγοποιησεν αυτους 3 εν λογω κυριου ανεσχεν ουρανον κατηγαγεν ουτως τρις πυρ

Loading...


4 ως εδοξασθης ηλια εν θαυμασιοις σου και τις ομοιος σοι καυχασθαι 5 ο εγειρας νεκρον εκ θανατου και εξ αδου εν λογω υψιστου

Loading...


6 ο καταγαγων βασιλεις εις απωλειαν και δεδοξασμενους απο κλινης αυτων 7 ακουων εν σινα ελεγμον και εν χωρηβ κριματα εκδικησεως 8 ο χριων βασιλεις εις ανταποδομα και προφητας διαδοχους μετ' αυτον 9 ο αναλημφθεις εν λαιλαπι πυρος εν αρματι ιππων πυρινων

Loading...


10 ο καταγραφεις εν ελεγμοις εις καιρους κοπασαι οργην προ θυμου επιστρεψαι καρδιαν πατρος προς υιον και καταστησαι φυλας ιακωβ 11 μακαριοι οι ιδοντες σε και οι εν αγαπησει κεκοιμημενοι και γαρ ημεις ζωη ζησομεθα 12 ηλιας ος εν λαιλαπι εσκεπασθη και ελισαιε ενεπλησθη πνευματος αυτου και εν ημεραις αυτου ουκ εσαλευθη υπο αρχοντος και ου κατεδυναστευσεν αυτον ουδεις
13 πας λογος ουχ υπερηρεν αυτον και εν κοιμησει επροφητευσεν το σωμα αυτου

Loading...


14 και εν ζωη αυτου εποιησεν τερατα και εν τελευτη θαυμασια τα εργα αυτου

Loading...


15 εν πασιν τουτοις ου μετενοησεν ο λαος και ουκ απεστησαν απο των αμαρτιων αυτων εως επρονομευθησαν απο γης αυτων και διεσκορπισθησαν εν παση τη γη 16 και κατελειφθη ο λαος ολιγοστος και αρχων εν τω οικω δαυιδ τινες μεν αυτων εποιησαν το αρεστον τινες δε επληθυναν αμαρτιας 17 εζεκιας ωχυρωσεν την πολιν αυτου και εισηγαγεν εις μεσον αυτης υδωρ ωρυξεν σιδηρω ακροτομον και ωκοδομησεν κρηνας εις υδατα 18 εν ημεραις αυτου ανεβη σενναχηριμ και απεστειλεν ραψακην και απηρεν και επηρεν χειρα αυτου επι σιων και εμεγαλαυχησεν εν υπερηφανια αυτου 19 τοτε εσαλευθησαν καρδιαι και χειρες αυτων και ωδινησαν ως αι τικτουσαι 20 και επεκαλεσαντο τον κυριον τον ελεημονα εκπετασαντες τας χειρας αυτων προς αυτον και ο αγιος εξ ουρανου ταχυ επηκουσεν αυτων και ελυτρωσατο αυτους εν χειρι ησαιου

Loading...


21 επαταξεν την παρεμβολην των ασσυριων και εξετριψεν αυτους ο αγγελος αυτου 22 εποιησεν γαρ εζεκιας το αρεστον κυριω και ενισχυσεν εν οδοις δαυιδ του πατρος αυτου ας ενετειλατο ησαιας ο προφητης ο μεγας και πιστος εν ορασει αυτου 23 εν ταις ημεραις αυτου ανεποδισεν ο ηλιος και προσεθηκεν ζωην βασιλει 24 πνευματι μεγαλω ειδεν τα εσχατα και παρεκαλεσεν τους πενθουντας εν σιων

Loading...


25 εως του αιωνος υπεδειξεν τα εσομενα και τα αποκρυφα πριν η παραγενεσθαι αυτα

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας