Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΑΙΝΕΣΩΜΕΝ δη ανδρας ενδοξους και τους πατερας ημων τη γενεσει 2 πολλην δοξαν εκτισεν ο κυριος την μεγαλωσυνην αυτου απ' αιωνος 3 κυριευοντες εν ταις βασιλειαις αυτων και ανδρες ονομαστοι εν δυναμει βουλευοντες εν συνεσει αυτων απηγγελκοτες εν προφητειαις 4 ηγουμενοι λαου εν διαβουλιοις και συνεσει γραμματειας λαου σοφοι λογοι εν παιδεια αυτων 5 εκζητουντες μελη μουσικων και διηγουμενοι επη εν γραφη 6 ανδρες πλουσιοι κεχορηγημενοι ισχυι ειρηνευοντες εν κατοικιαις αυτων 7 παντες ουτοι εν γενεαις εδοξασθησαν και εν ταις ημεραις αυτων καυχημα 8 εισιν αυτων οι κατελιπον ονομα του εκδιηγησασθαι επαινους 9 και εισιν ων ουκ εστιν μνημοσυνον και απωλοντο ως ουχ υπαρξαντες και εγενοντο ως ου γεγονοτες και τα τεκνα αυτων μετ' αυτους 10 αλλ' η ουτοι ανδρες ελεους ων αι δικαιοσυναι ουκ επελησθησαν 11 μετα του σπερματος αυτων διαμενει αγαθη κληρονομια εκγονα αυτων 12 εν ταις διαθηκαις εστη το σπερμα αυτων και τα τεκνα αυτων δι' αυτους
13 εως αιωνος μενει σπερμα αυτων και η δοξα αυτων ουκ εξαλειφθησεται 14 τα σωματα αυτων εν ειρηνη εταφη και το ονομα αυτων ζη εις γενεας 15 σοφιαν αυτων διηγησονται λαοι και τον επαινον εξαγγελλει εκκλησια 16 ενωχ ευηρεστησεν κυριω και μετετεθη υποδειγμα μετανοιας ταις γενεαις

Loading...


17 νωε ευρεθη τελειος δικαιος εν καιρω οργης εγενετο ανταλλαγμα δια τουτον εγενηθη καταλειμμα τη γη οτε εγενετο κατακλυσμος

Loading...


18 διαθηκαι αιωνος ετεθησαν προς αυτον ινα μη εξαλειφθη κατακλυσμω πασα σαρξ 19 αβρααμ μεγας πατηρ πληθους εθνων και ουχ ευρεθη ομοιος εν τη δοξη

Loading...


20 ος συνετηρησεν νομον υψιστου και εγενετο εν διαθηκη μετ' αυτου εν σαρκι αυτου εστησεν διαθηκην και εν πειρασμω ευρεθη πιστος

Loading...


21 δια τουτο εν ορκω εστησεν αυτω ενευλογηθηναι εθνη εν σπερματι αυτου πληθυναι αυτον ως χουν της γης και ως αστρα ανυψωσαι το σπερμα αυτου και κατακληρονομησαι αυτους απο θαλασσης εως θαλασσης και απο ποταμου εως ακρου της γης

Loading...


22 και εν τω ισαακ εστησεν ουτως δι' αβρααμ τον πατερα αυτου 23 ευλογιαν παντων ανθρωπων και διαθηκην κατεπαυσεν επι κεφαλην ιακωβ επεγνω αυτον εν ευλογιαις αυτου και εδωκεν αυτω εν κληρονομια και διεστειλεν μεριδας αυτου εν φυλαις εμερισεν δεκα δυο

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας