Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
Ω θανατε ως πικρον σου το μνημοσυνον εστιν ανθρωπω ειρηνευοντι εν τοις υπαρχουσιν αυτου ανδρι απερισπαστω και ευοδουμενω εν πασιν και ετι ισχυοντι επιδεξασθαι τροφην 2 ω θανατε καλον σου το κριμα εστιν ανθρωπω επιδεομενω και ελασσουμενω ισχυι εσχατογηρω και περισπωμενω περι παντων και απειθουντι και απολωλεκοτι υπομονην 3 μη ευλαβου κριμα θανατου μνησθητι προτερων σου και εσχατων 4 τουτο το κριμα παρα κυριου παση σαρκι και τι απαναινη εν ευδοκια υψιστου ειτε δεκα ειτε εκατον ειτε χιλια ετη ουκ εστιν εν αδου ελεγμος ζωης 5 τεκνα βδελυρα γινεται τεκνα αμαρτωλων και συναναστρεφομενα παροικιαις ασεβων 6 τεκνων αμαρτωλων απολειται κληρονομια και μετα του σπερματος αυτων ενδελεχιει ονειδος 7 πατρι ασεβει μεμψεται τεκνα οτι δι' αυτον ονειδισθησονται 8 ουαι υμιν ανδρες ασεβεις οιτινες εγκατελιπετε νομον θεου υψιστου 9 και εαν γεννηθητε εις καταραν γεννηθησεσθε και εαν αποθανητε εις καταραν μερισθησεσθε 10 παντα οσα εκ γης εις γην απελευσεται ουτως ασεβεις απο καταρας εις απωλειαν 11 πενθος ανθρωπων εν σωμασιν αυτων ονομα δε αμαρτωλων ουκ αγαθον εξαλειφθησεται 12 φροντισον περι ονοματος αυτο γαρ σοι διαμενει η χιλιοι μεγαλοι θησαυροι χρυσιου
13 αγαθης ζωης αριθμος ημερων και αγαθον ονομα εις αιωνα διαμενει

Loading...


14 παιδειαν εν ειρηνη συντηρησατε τεκνα σοφια δε κεκρυμμενη και θησαυρος αφανης τις ωφελεια εν αμφοτεροις 15 κρεισσων ανθρωπος αποκρυπτων την μωριαν αυτου η ανθρωπος αποκρυπτων την σοφιαν αυτου 16 τοιγαρουν εντραπητε επι τω ρηματι μου ου γαρ εστιν πασαν αισχυνην διαφυλαξαι καλον και ου παντα πασιν εν πιστει ευδοκιμειται 17 αισχυνεσθε απο πατρος και μητρος περι πορνειας και απο ηγουμενου και δυναστου περι ψευδους 18 απο κριτου και αρχοντος περι πλημμελειας και απο συναγωγης και λαου περι ανομιας 19 απο κοινωνου και φιλου περι αδικιας και απο τοπου ου παροικεις περι κλοπης 20 απο αληθειας θεου και διαθηκης και απο πηξεως αγκωνος επ' αρτοις 21 απο σκορακισμου λημψεως και δοσεως και απο ασπαζομενων περι σιωπης 22 απο ορασεως γυναικος εταιρας και απο αποστροφης προσωπου συγγενους 23 απο αφαιρεσεως μεριδος και δοσεως και απο κατανοησεως γυναικος υπανδρου 24 απο περιεργιας παιδισκης αυτου και μη επιστης επι την κοιτην αυτης 25 απο φιλων περι λογων ονειδισμου και μετα το δουναι μη ονειδιζε 26 απο δευτερωσεως και λογου ακοης και απο καλυψεως λογων κρυφιων 27 και εση αισχυντηρος αληθινως και ευρισκων χαριν εναντι παντος ανθρωπου

Loading...


Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας