Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΝ τη ημερα εκεινη εμνησθη τωβιτ περι του αργυριου ου παρεθετο γαβαηλ εν ραγοις της μηδιας 2 και ειπεν εν εαυτω εγω ητησαμην θανατον τι ου καλω τωβιαν τον υιον μου ινα αυτω υποδειξω πριν αποθανειν με 3 και καλεσας αυτον ειπεν παιδιον εαν αποθανω θαψον με και μη υπεριδης την μητερα σου τιμα αυτην πασας τας ημερας της ζωης σου και ποιει το αρεστον αυτη και μη λυπησης αυτην

Loading...


4 μνησθητι παιδιον οτι πολλους κινδυνους εορακεν επι σοι εν τη κοιλια οταν αποθανη θαψον αυτην παρ' εμοι εν ενι ταφω 5 πασας τας ημερας παιδιον κυριου του θεου ημων μνημονευε και μη θελησης αμαρτανειν και παραβηναι τας εντολας αυτου δικαιοσυνην ποιει πασας τας ημερας της ζωης σου και μη πορευθης ταις οδοις της αδικιας 6 διοτι ποιουντος σου την αληθειαν ευοδιαι εσονται εν τοις εργοις σου 7 και πασι τοις ποιουσι την δικαιοσυνην εκ των υπαρχοντων σοι ποιει ελεημοσυνην και μη φθονεσατω σου ο οφθαλμος εν τω ποιειν σε ελεημοσυνην μη αποστρεψης το προσωπον σου απο παντος πτωχου και απο σου ου μη αποστραφη το προσωπον του θεου

Loading...


8 ως σοι υπαρχει κατα το πληθος ποιησον εξ αυτων ελεημοσυνην εαν ολιγον σοι υπαρχη κατα το ολιγον μη φοβου ποιειν ελεημοσυνην

Loading...


9 θεμα γαρ αγαθον θησαυριζεις σεαυτω εις ημεραν αναγκης 10 διοτι ελεημοσυνη εκ θανατου ρυεται και ουκ εα εισελθειν εις το σκοτος 11 δωρον γαρ αγαθον εστιν ελεημοσυνη πασι τοις ποιουσιν αυτην ενωπιον του υψιστου

Loading...


12 προσεχε σεαυτω παιδιον απο πασης πορνειας και γυναικα πρωτον λαβε απο του σπερματος των πατερων σου μη λαβης γυναικα αλλοτριαν η ουκ εστιν εκ της φυλης του πατρος σου διοτι υιοι προφητων εσμεν νωε αβρααμ ισαακ ιακωβ οι πατερες ημων απο του αιωνος μνησθητι παιδιον οτι ουτοι παντες ελαβον γυναικας εκ των αδελφων αυτων και ευλογηθησαν εν τοις τεκνοις αυτων και το σπερμα αυτων κληρονομησει γην
13 και νυν παιδιον αγαπα τους αδελφους σου και μη υπερηφανευου τη καρδια σου απο των αδελφων σου και των υιων και θυγατερων του λαου σου λαβειν σεαυτω εξ αυτων γυναικα διοτι εν τη υπερηφανια απωλεια και ακαταστασια πολλη και εν τη αχρειοτητι ελαττωσις και ενδεια μεγαλη η γαρ αχρειοτης μητηρ εστιν του λιμου

Loading...


14 μισθος παντος ανθρωπου ος εαν εργασηται παρα σοι μη αυλισθητω αλλα αποδος αυτω παραυτικα και εαν δουλευσης τω θεω αποδοθησεται σοι προσεχε σεαυτω παιδιον εν πασι τοις εργοις σου και ισθι πεπαιδευμενος εν παση αναστροφη σου

Loading...


15 και ο μισεις μηδενι ποιησης οινον εις μεθην μη πιης και μη πορευθητω μετα σου μεθη εν τη οδω σου

Loading...


16 εκ του αρτου σου διδου πεινωντι και εκ των ιματιων σου τοις γυμνοις παν ο εαν περισσευση σοι ποιει ελεημοσυνην και μη φθονεσατω σου ο οφθαλμος εν τω ποιειν σε ελεημοσυνην

Loading...


17 εκχεον τους αρτους σου επι τον ταφον των δικαιων και μη δως τοις αμαρτωλοις

Loading...


18 συμβουλιαν παρα παντος φρονιμου ζητησον και μη καταφρονησης επι πασης συμβουλιας χρησιμης 19 και εν παντι καιρω ευλογει κυριον τον θεον και παρ' αυτου αιτησον οπως αι οδοι σου ευθειαι γενωνται και πασαι αι τριβοι και βουλαι ευοδωθωσιν διοτι παν εθνος ουκ εχει βουλην αλλα αυτος ο κυριος διδωσιν παντα τα αγαθα και ον εαν θελη ταπεινοι καθως βουλεται και νυν παιδιον μνημονευε των εντολων μου και μη εξαλειφθητωσαν εκ της καρδιας σου 20 και νυν υποδεικνυω σοι τα δεκα ταλαντα του αργυριου α παρεθεμην γαβαηλω τω του γαβρια εν ραγοις της μηδιας 21 και μη φοβου παιδιον οτι επτωχευσαμεν υπαρχει σοι πολλα εαν φοβηθης τον θεον και αποστης απο πασης αμαρτιας και ποιησης το αρεστον ενωπιον αυτου
Ματ
Μάρ
Λου
Ίωά
Άποσ
Ρωμ
ΚορΑʹ
ΚορΒʹ
Γαλ
Έφε
Φιλ
Κολ
ΘεσσΑʹ
ΘεσσΒʹ
ΤιμΑʹ
ΤιμBʹ
Τίτ
Φιλήμ
Έβρ
Ίακ
ΠετΑʹ
ΠετBʹ
ΊωάΑʹ
ΊωάBʹ
ΊωάΓʹ
Ίού
Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας