Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΤΙΜΑ ιατρον προς τας χρειας αυτου τιμαις αυτου και γαρ αυτον εκτισεν κυριος 2 παρα γαρ υψιστου εστιν ιασις και παρα βασιλεως λημψεται δομα 3 επιστημη ιατρου ανυψωσει κεφαλην αυτου και εναντι μεγιστανων θαυμασθησεται 4 κυριος εκτισεν εκ γης φαρμακα και ανηρ φρονιμος ου προσοχθιει αυτοις 5 ουκ απο ξυλου εγλυκανθη υδωρ εις το γνωσθηναι την ισχυν αυτου

Loading...


6 και αυτος εδωκεν ανθρωποις επιστημην ενδοξαζεσθαι εν τοις θαυμασιοις αυτου 7 εν αυτοις εθεραπευσεν και ηρεν τον πονον αυτου μυρεψος εν τουτοις ποιησει μειγμα 8 και ου μη συντελεσθη εργα αυτου και ειρηνη παρ' αυτου εστιν επι προσωπου της γης 9 τεκνον εν αρρωστηματι σου μη παραβλεπε αλλ' ευξαι κυριω και αυτος ιασεται σε

Loading...


10 αποστησον πλημμελειαν και ευθυνον χειρας και απο πασης αμαρτιας καθαρισον καρδιαν 11 δος ευωδιαν και μνημοσυνον σεμιδαλεως και λιπανον προσφοραν ως μη υπαρχων 12 και ιατρω δος τοπον και γαρ αυτον εκτισεν κυριος και μη αποστητω σου και γαρ αυτου χρεια
13 εστιν καιρος οτε και εν χερσιν αυτων ευοδια 14 και γαρ αυτοι κυριου δεηθησονται ινα ευοδωση αυτοις αναπαυσιν και ιασιν χαριν εμβιωσεως 15 ο αμαρτανων εναντι του ποιησαντος αυτον εμπεσοι εις χειρας ιατρου 16 τεκνον επι νεκρω καταγαγε δακρυα και ως δεινα πασχων εναρξαι θρηνου κατα δε την κρισιν αυτου περιστειλον το σωμα αυτου και μη υπεριδης την ταφην αυτου

Loading...


17 πικρανον κλαυθμον και θερμανον κοπετον και ποιησον το πενθος κατα την αξιαν αυτου ημεραν μιαν και δυο χαριν διαβολης και παρακληθητι λυπης ενεκα 18 απο λυπης γαρ εκβαινει θανατος και λυπη καρδιας καμψει ισχυν 19 εν επαγωγη παραμενει και λυπη και βιος πτωχου κατα καρδιας

Loading...


20 μη δως εις λυπην την καρδιαν σου αποστησον αυτην μνησθεις τα εσχατα 21 μη επιλαθη ου γαρ εστιν επανοδος και τουτον ουκ ωφελησεις και σεαυτον κακωσεις 22 μνησθητι το κριμα μου οτι ουτως και το σον εμοι εχθες και σοι σημερον 23 εν αναπαυσει νεκρου καταπαυσον το μνημοσυνον αυτου και παρακληθητι εν αυτω εν εξοδω πνευματος αυτου 24 σοφια γραμματεως εν ευκαιρια σχολης και ο ελασσουμενος πραξει αυτου σοφισθησεται

Loading...


25 τι σοφισθησεται ο κρατων αροτρου και καυχωμενος εν δορατι κεντρου βοας ελαυνων και αναστρεφομενος εν εργοις αυτων και η διηγησις αυτου εν υιοις ταυρων 26 καρδιαν αυτου δωσει εκδουναι αυλακας και η αγρυπνια αυτου εις χορτασματα δαμαλεων 27 ουτως πας τεκτων και αρχιτεκτων οστις νυκτωρ ως ημερας διαγει οι γλυφοντες γλυμματα σφραγιδων και η επιμονη αυτου αλλοιωσαι ποικιλιαν καρδιαν αυτου δωσει εις ομοιωσαι ζωγραφιαν και η αγρυπνια αυτου τελεσαι εργον 28 ουτως χαλκευς καθημενος εγγυς ακμονος και καταμανθανων εργα σιδηρου ατμις πυρος τηξει σαρκας αυτου και εν θερμη καμινου διαμαχησεται φωνη σφυρης κλινει το ους αυτου και κατεναντι ομοιωματος σκευους οι οφθαλμοι αυτου καρδιαν αυτου δωσει εις συντελειαν εργων και η αγρυπνια αυτου κοσμησαι επι συντελειας 29 ουτως κεραμευς καθημενος εν εργω αυτου και συστρεφων εν ποσιν αυτου τροχον ος εν μεριμνη κειται δια παντος επι το εργον αυτου και εναριθμιος πασα η εργασια αυτου 30 εν βραχιονι αυτου τυπωσει πηλον και προ ποδων καμψει ισχυν αυτου καρδιαν επιδωσει συντελεσαι το χρισμα και η αγρυπνια αυτου καθαρισαι καμινον 31 παντες ουτοι εις χειρας αυτων ενεπιστευσαν και εκαστος εν τω εργω αυτου σοφιζεται 32 ανευ αυτων ουκ οικισθησεται πολις και ου παροικησουσιν ουδε περιπατησουσιν 33 αλλ' εις βουλην λαου ου ζητηθησονται και εν εκκλησια ουχ υπεραλουνται επι διφρον δικαστου ου καθιουνται και διαθηκην κριματος ου διανοηθησονται 34 ουδε μη εκφανωσιν παιδειαν και κριμα και εν παραβολαις ουχ ευρεθησονται αλλα κτισμα αιωνος στηρισουσιν και η δεησις αυτων εν εργασια τεχνης

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας