Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΟΙ εμοι λογοι ειρηνται υπο θεου βασιλεως χρηματισμος ον επαιδευσεν η μητηρ αυτου 2 τι τεκνον τηρησεις τι ρησεις θεου πρωτογενες σοι λεγω υιε τι τεκνον εμης κοιλιας τι τεκνον εμων ευχων 3 μη δως γυναιξι σον πλουτον και τον σον νουν και βιον εις υστεροβουλιαν 4 μετα βουλης παντα ποιει μετα βουλης οινοποτει οι δυνασται θυμωδεις εισιν οινον δε μη πινετωσαν 5 ινα μη πιοντες επιλαθωνται της σοφιας και ορθα κριναι ου μη δυνωνται τους ασθενεις 6 διδοτε μεθην τοις εν λυπαις και οινον πινειν τοις εν οδυναις 7 ινα επιλαθωνται της πενιας και των πονων μη μνησθωσιν ετι 8 ανοιγε σον στομα λογω θεου και κρινε παντας υγιως 9 ανοιγε σον στομα και κρινε δικαιως διακρινε δε πενητα και ασθενη 10 γυναικα ανδρειαν τις ευρησει τιμιωτερα δε εστιν λιθων πολυτελων η τοιαυτη 11 θαρσει επ' αυτη η καρδια του ανδρος αυτης η τοιαυτη καλων σκυλων ουκ απορησει 12 ενεργει γαρ τω ανδρι αγαθα παντα τον βιον
13 μηρυομενη ερια και λινον εποιησεν ευχρηστον ταις χερσιν αυτης 14 εγενετο ωσει ναυς εμπορευομενη μακροθεν συναγει δε αυτη τον βιον 15 και ανισταται εκ νυκτων και εδωκεν βρωματα τω οικω και εργα ταις θεραπαιναις 16 θεωρησασα γεωργιον επριατο απο δε καρπων χειρων αυτης κατεφυτευσεν κτημα 17 αναζωσαμενη ισχυρως την οσφυν αυτης ηρεισεν τους βραχιονας αυτης εις εργον 18 εγευσατο οτι καλον εστιν το εργαζεσθαι και ουκ αποσβεννυται ολην την νυκτα ο λυχνος αυτης 19 τους πηχεις αυτης εκτεινει επι τα συμφεροντα τας δε χειρας αυτης ερειδει εις ατρακτον 20 χειρας δε αυτης διηνοιξεν πενητι καρπον δε εξετεινεν πτωχω 21 ου φροντιζει των εν οικω ο ανηρ αυτης οταν που χρονιζη παντες γαρ οι παρ' αυτης ενδιδυσκονται 22 δισσας χλαινας εποιησεν τω ανδρι αυτης εκ δε βυσσου και πορφυρας εαυτη ενδυματα 23 περιβλεπτος δε γινεται εν πυλαις ο ανηρ αυτης ηνικα αν καθιση εν συνεδριω μετα των γεροντων κατοικων της γης 24 σινδονας εποιησεν και απεδοτο περιζωματα δε τοις χαναναιοις
25 στομα αυτης διηνοιξεν προσεχοντως και εννομως και ταξιν εστειλατο τη γλωσση αυτης 26 ισχυν και ευπρεπειαν ενεδυσατο και ευφρανθη εν ημεραις εσχαταις

Loading...


27 στεγναι διατριβαι οικων αυτης σιτα δε οκνηρα ουκ εφαγεν 28 το στομα δε ανοιγει σοφως και νομοθεσμως η δε ελεημοσυνη αυτης ανεστησεν τα τεκνα αυτης και επλουτησαν και ο ανηρ αυτης ηνεσεν αυτην 29 πολλαι θυγατερες εκτησαντο πλουτον πολλαι εποιησαν δυνατα συ δε υπερκεισαι και υπερηρας πασας 30 ψευδεις αρεσκειαι και ματαιον καλλος γυναικος γυνη γαρ συνετη ευλογειται φοβον δε κυριου αυτη αινειτω 31 δοτε αυτη απο καρπων χειρων αυτης και αινεισθω εν πυλαις ο ανηρ αυτης

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας