Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ απεστειλεν εζεκιας επι παντα ισραηλ και ιουδαν και επιστολας εγραψεν επι τον εφραιμ και μανασση ελθειν εις οικον κυριου εις ιερουσαλημ ποιησαι το φασεκ τω κυριω θεω ισραηλ 2 και εβουλευσατο ο βασιλευς και οι αρχοντες και πασα η εκκλησια η εν ιερουσαλημ ποιησαι το φασεκ τω μηνι τω δευτερω 3 ου γαρ ηδυνασθησαν αυτο ποιησαι εν τω καιρω εκεινω οτι οι ιερεις ουχ ηγνισθησαν ικανοι και ο λαος ου συνηχθη εις ιερουσαλημ 4 και ηρεσεν ο λογος εναντιον του βασιλεως και εναντιον της εκκλησιας 5 και εστησαν λογον διελθειν κηρυγμα εν παντι ισραηλ απο βηρσαβεε εως δαν ελθοντας ποιησαι το φασεκ κυριω θεω ισραηλ εν ιερουσαλημ οτι πληθος ουκ εποιησεν κατα την γραφην 6 και επορευθησαν οι τρεχοντες συν ταις επιστολαις παρα του βασιλεως και των αρχοντων εις παντα ισραηλ και ιουδαν κατα το προσταγμα του βασιλεως λεγοντες υιοι ισραηλ επιστρεψατε προς θεον αβρααμ και ισαακ και ισραηλ και επιστρεψει τους ανασεσωσμενους τους καταλειφθεντας απο χειρος βασιλεως ασσουρ 7 και μη γινεσθε καθως οι πατερες υμων και οι αδελφοι υμων οι απεστησαν απο κυριου θεου πατερων αυτων και παρεδωκεν αυτους εις ερημωσιν καθως υμεις ορατε 8 και νυν μη σκληρυνητε τους τραχηλους υμων δοτε δοξαν κυριω τω θεω και εισελθατε εις το αγιασμα αυτου ο ηγιασεν εις τον αιωνα και δουλευσατε τω κυριω θεω υμων και αποστρεψει αφ' υμων θυμον οργης 9 οτι εν τω επιστρεφειν υμας προς κυριον οι αδελφοι υμων και τα τεκνα υμων εσονται εν οικτιρμοις εναντι παντων των αιχμαλωτισαντων αυτους και αποστρεψει εις την γην ταυτην οτι ελεημων και οικτιρμων κυριος ο θεος ημων και ουκ αποστρεψει το προσωπον αυτου αφ' ημων εαν επιστρεψωμεν προς αυτον 10 και ησαν οι τρεχοντες διαπορευομενοι πολιν εκ πολεως εν τω ορει εφραιμ και μανασση και εως ζαβουλων και εγενοντο ως καταγελωντες αυτων και καταμωκωμενοι 11 αλλα ανθρωποι ασηρ και απο μανασση και απο ζαβουλων ενετραπησαν και ηλθον εις ιερουσαλημ 12 και εν ιουδα εγενετο χειρ κυριου δουναι αυτοις καρδιαν μιαν ελθειν του ποιησαι κατα το προσταγμα του βασιλεως και των αρχοντων εν λογω κυριου
13 και συνηχθησαν εις ιερουσαλημ λαος πολυς του ποιησαι την εορτην των αζυμων εν τω μηνι τω δευτερω εκκλησια πολλη σφοδρα 14 και ανεστησαν και καθειλαν τα θυσιαστηρια τα εν ιερουσαλημ και παντα εν οις εθυμιωσαν τοις ψευδεσιν κατεσπασαν και ερριψαν εις τον χειμαρρουν κεδρων 15 και εθυσαν το φασεκ τη τεσσαρεσκαιδεκατη του μηνος του δευτερου και οι ιερεις και οι λευιται ενετραπησαν και ηγνισθησαν και εισηνεγκαν ολοκαυτωματα εις οικον κυριου 16 και εστησαν επι την στασιν αυτων κατα το κριμα αυτων κατα την εντολην μωυση ανθρωπου του θεου και οι ιερεις εδεχοντο τα αιματα εκ χειρος των λευιτων 17 οτι πληθος της εκκλησιας ουχ ηγνισθη και οι λευιται ησαν του θυειν το φασεκ παντι τω μη δυναμενω αγνισθηναι τω κυριω 18 οτι το πλειστον του λαου απο εφραιμ και μανασση και ισσαχαρ και ζαβουλων ουχ ηγνισθησαν αλλα εφαγον το φασεκ παρα την γραφην και προσηυξατο εζεκιας περι αυτων λεγων κυριος ο αγαθος εξιλασασθω υπερ 19 πασης καρδιας κατευθυνουσης εκζητησαι κυριον τον θεον των πατερων αυτων και ου κατα την αγνειαν των αγιων 20 και επηκουσεν κυριος τω εζεκια και ιασατο τον λαον 21 και εποιησαν οι υιοι ισραηλ οι ευρεθεντες εν ιερουσαλημ την εορτην των αζυμων επτα ημερας εν ευφροσυνη μεγαλη και καθυμνουντες τω κυριω ημεραν καθ' ημεραν και οι ιερεις και οι λευιται εν οργανοις τω κυριω 22 και ελαλησεν εζεκιας επι πασαν καρδιαν των λευιτων και των συνιοντων συνεσιν αγαθην τω κυριω και συνετελεσαν την εορτην των αζυμων επτα ημερας θυοντες θυσιας σωτηριου και εξομολογουμενοι τω κυριω θεω των πατερων αυτων 23 και εβουλευσατο η εκκλησια αμα ποιησαι επτα ημερας αλλας και εποιησαν επτα ημερας εν ευφροσυνη 24 οτι εζεκιας απηρξατο τω ιουδα τη εκκλησια μοσχους χιλιους και επτακισχιλια προβατα και οι αρχοντες απηρξαντο τω λαω μοσχους χιλιους και προβατα δεκα χιλιαδας και τα αγια των ιερεων εις πληθος 25 και ηυφρανθη πασα η εκκλησια οι ιερεις και οι λευιται και πασα η εκκλησια ιουδα και οι ευρεθεντες εξ ισραηλ και οι προσηλυτοι οι ελθοντες απο γης ισραηλ και οι κατοικουντες εν ιουδα 26 και εγενετο ευφροσυνη μεγαλη εν ιερουσαλημ απο ημερων σαλωμων υιου δαυιδ βασιλεως ισραηλ ουκ εγενετο τοιαυτη εορτη εν ιερουσαλημ 27 και ανεστησαν οι ιερεις οι λευιται και ηυλογησαν τον λαον και επηκουσθη η φωνη αυτων και ηλθεν η προσευχη αυτων εις το κατοικητηριον το αγιον αυτου εις τον ουρανον

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας