Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ βασιλευς δαρειος εποιησεν δοχην μεγαλην πασιν τοις υπ' αυτον και πασιν τοις οικογενεσιν αυτου και πασιν τοις μεγιστασιν της μηδιας και της περσιδος 2 και πασιν τοις σατραπαις και στρατηγοις και τοπαρχαις τοις υπ' αυτον απο της ινδικης μεχρι της αιθιοπιας εν ταις εκατον εικοσι επτα σατραπειαις

Loading...


3 και εφαγοσαν και επιοσαν και εμπλησθεντες ανελυσαν ο δε δαρειος ο βασιλευς ανελυσεν εις τον κοιτωνα και εκοιμηθη και εξυπνος εγενετο 4 τοτε οι τρεις νεανισκοι οι σωματοφυλακες οι φυλασσοντες το σωμα του βασιλεως ειπαν ετερος προς τον ετερον 5 ειπωμεν εκαστος ημων ενα λογον ος υπερισχυσει και ου αν φανη το ρημα αυτου σοφωτερον του ετερου δωσει αυτω δαρειος ο βασιλευς δωρεας μεγαλας και επινικια μεγαλα 6 και πορφυραν περιβαλεσθαι και εν χρυσωμασιν πινειν και επι χρυσω καθευδειν και αρμα χρυσοχαλινον και κιδαριν βυσσινην και μανιακην περι τον τραχηλον 7 και δευτερος καθιειται δαρειου δια την σοφιαν αυτου και συγγενης δαρειου κληθησεται 8 και τοτε γραψαντες εκαστος τον εαυτου λογον εσφραγισαντο και εθηκαν υπο το προσκεφαλαιον δαρειου του βασιλεως και ειπαν

Loading...


9 οταν εγερθη ο βασιλευς δωσουσιν αυτω το γραμμα και ον αν κρινη ο βασιλευς και οι τρεις μεγιστανες της περσιδος οτι ο λογος αυτου σοφωτερος αυτω δοθησεται το νικος καθως γεγραπται 10 ο εις εγραψεν υπερισχυει ο οινος

Loading...


11 ο ετερος εγραψεν υπερισχυει ο βασιλευς

Loading...


12 ο τριτος εγραψεν υπερισχυουσιν αι γυναικες υπερ δε παντα νικα η αληθεια
13 και οτε εξηγερθη ο βασιλευς λαβοντες το γραμμα εδωκαν αυτω και ανεγνω 14 και εξαποστειλας εκαλεσεν παντας τους μεγιστανας της περσιδος και της μηδιας και σατραπας και στρατηγους και τοπαρχας και υπατους και εκαθισεν εν τω χρηματιστηριω και ανεγνωσθη το γραμμα ενωπιον αυτων 15 και ειπεν καλεσατε τους νεανισκους και αυτοι δηλωσουσιν τους λογους αυτων και εκληθησαν και εισηλθοσαν 16 και ειπαν αυτοις απαγγειλατε ημιν περι των γεγραμμενων 17 και ηρξατο ο πρωτος ο ειπας περι της ισχυος του οινου και εφη ουτως 18 ανδρες πως υπερισχυει ο οινος παντας τους ανθρωπους τους πινοντας αυτον πλανα την διανοιαν 19 του τε βασιλεως και του ορφανου ποιει την διανοιαν μιαν την τε του οικετου και την του ελευθερου την τε του πενητος και την του πλουσιου 20 και πασαν διανοιαν μεταστρεφει εις ευωχιαν και ευφροσυνην και ου μεμνηται πασαν λυπην και παν οφειλημα 21 και πασας καρδιας ποιει πλουσιας και ου μεμνηται βασιλεα ουδε σατραπην και παντα δια ταλαντων ποιει λαλειν 22 και ου μεμνηται οταν πινωσιν φιλιαζειν φιλοις και αδελφοις και μετ' ου πολυ σπωνται μαχαιρας 23 και οταν απο του οινου γενηθωσιν ου μεμνηται α επραξαν 24 ω ανδρες ουχ υπερισχυει ο οινος οτι ουτως αναγκαζει ποιειν και εσιγησεν ουτως ειπας

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας