Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ μωυση ειπεν αναβηθι προς κυριον συ και ααρων και ναδαβ και αβιουδ και εβδομηκοντα των πρεσβυτερων ισραηλ και προσκυνησουσιν μακροθεν τω κυριω 2 και εγγιει μωυσης μονος προς τον θεον αυτοι δε ουκ εγγιουσιν ο δε λαος ου συναναβησεται μετ' αυτων 3 εισηλθεν δε μωυσης και διηγησατο τω λαω παντα τα ρηματα του θεου και τα δικαιωματα απεκριθη δε πας ο λαος φωνη μια λεγοντες παντας τους λογους ους ελαλησεν κυριος ποιησομεν και ακουσομεθα

Loading...


4 και εγραψεν μωυσης παντα τα ρηματα κυριου ορθρισας δε μωυσης το πρωι ωκοδομησεν θυσιαστηριον υπο το ορος και δωδεκα λιθους εις τας δωδεκα φυλας του ισραηλ 5 και εξαπεστειλεν τους νεανισκους των υιων ισραηλ και ανηνεγκαν ολοκαυτωματα και εθυσαν θυσιαν σωτηριου τω θεω μοσχαρια 6 λαβων δε μωυσης το ημισυ του αιματος ενεχεεν εις κρατηρας το δε ημισυ του αιματος προσεχεεν προς το θυσιαστηριον 7 και λαβων το βιβλιον της διαθηκης ανεγνω εις τα ωτα του λαου και ειπαν παντα οσα ελαλησεν κυριος ποιησομεν και ακουσομεθα 8 λαβων δε μωυσης το αιμα κατεσκεδασεν του λαου και ειπεν ιδου το αιμα της διαθηκης ης διεθετο κυριος προς υμας περι παντων των λογων τουτων

Loading...


9 και ανεβη μωυσης και ααρων και ναδαβ και αβιουδ και εβδομηκοντα της γερουσιας ισραηλ 10 και ειδον τον τοπον ου ειστηκει εκει ο θεος του ισραηλ και τα υπο τους ποδας αυτου ωσει εργον πλινθου σαπφειρου και ωσπερ ειδος στερεωματος του ουρανου τη καθαριοτητι

Loading...


11 και των επιλεκτων του ισραηλ ου διεφωνησεν ουδε εις και ωφθησαν εν τω τοπω του θεου και εφαγον και επιον 12 και ειπεν κυριος προς μωυσην αναβηθι προς με εις το ορος και ισθι εκει και δωσω σοι τα πυξια τα λιθινα τον νομον και τας εντολας ας εγραψα νομοθετησαι αυτοις
13 και αναστας μωυσης και ιησους ο παρεστηκως αυτω ανεβησαν εις το ορος του θεου 14 και τοις πρεσβυτεροις ειπαν ησυχαζετε αυτου εως αναστρεψωμεν προς υμας και ιδου ααρων και ωρ μεθ' υμων εαν τινι συμβη κρισις προσπορευεσθωσαν αυτοις 15 και ανεβη μωυσης και ιησους εις το ορος και εκαλυψεν η νεφελη το ορος 16 και κατεβη η δοξα του θεου επι το ορος το σινα και εκαλυψεν αυτο η νεφελη εξ ημερας και εκαλεσεν κυριος τον μωυσην τη ημερα τη εβδομη εκ μεσου της νεφελης 17 το δε ειδος της δοξης κυριου ωσει πυρ φλεγον επι της κορυφης του ορους εναντιον των υιων ισραηλ 18 και εισηλθεν μωυσης εις το μεσον της νεφελης και ανεβη εις το ορος και ην εκει εν τω ορει τεσσαρακοντα ημερας και τεσσαρακοντα νυκτας

Loading...


Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας