Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ εβασιλευσαν οι κατοικουντες εν ιερουσαλημ τον οχοζιαν υιον αυτου τον μικρον αντ' αυτου οτι παντας τους πρεσβυτερους απεκτεινεν το ληστηριον το επελθον επ' αυτους οι αραβες και οι αλιμαζονεις και εβασιλευσεν οχοζιας υιος ιωραμ βασιλεως ιουδα

Loading...


2 ων εικοσι ετων οχοζιας εβασιλευσεν και ενιαυτον ενα εβασιλευσεν εν ιερουσαλημ και ονομα τη μητρι αυτου γοθολια θυγατηρ αμβρι 3 και ουτος επορευθη εν οδω οικου αχααβ οτι μητηρ αυτου ην συμβουλος του αμαρτανειν 4 και εποιησεν το πονηρον εναντιον κυριου ως οικος αχααβ οτι αυτοι ησαν αυτω μετα το αποθανειν τον πατερα αυτου συμβουλοι του εξολεθρευσαι αυτον 5 και εν ταις βουλαις αυτων επορευθη και επορευθη μετα ιωραμ υιου αχααβ εις πολεμον επι αζαηλ βασιλεα συριας εις ραμα γαλααδ και επαταξαν οι τοξοται τον ιωραμ 6 και επεστρεψεν ιωραμ του ιατρευθηναι εις ιεζραελ απο των πληγων ων επαταξαν αυτον οι συροι εν ραμα εν τω πολεμειν αυτον προς αζαηλ βασιλεα συριας και οχοζιας υιος ιωραμ βασιλευς ιουδα κατεβη θεασασθαι τον ιωραμ υιον αχααβ εις ιεζραελ οτι ηρρωστει 7 και παρα του θεου εγενετο καταστροφη οχοζια ελθειν προς ιωραμ και εν τω ελθειν αυτον εξηλθεν μετ' αυτου ιωραμ προς ιου υιον ναμεσσι χριστον κυριου τον οικον αχααβ 8 και εγενετο ως εξεδικησεν ιου τον οικον αχααβ και ευρεν τους αρχοντας ιουδα και τους αδελφους οχοζια λειτουργουντας τω οχοζια και απεκτεινεν αυτους 9 και ειπεν του ζητησαι τον οχοζιαν και κατελαβον αυτον ιατρευομενον εν σαμαρεια και ηγαγον αυτον προς ιου και απεκτεινεν αυτον και εθαψαν αυτον οτι ειπαν υιος ιωσαφατ εστιν ος εζητησεν τον κυριον εν ολη καρδια αυτου και ουκ ην εν οικω οχοζια κατισχυσαι δυναμιν περι της βασιλειας 10 και γοθολια η μητηρ οχοζια ειδεν οτι τεθνηκεν αυτης ο υιος και ηγερθη και απωλεσεν παν το σπερμα της βασιλειας εν οικω ιουδα

Loading...


11 και ελαβεν ιωσαβεθ η θυγατηρ του βασιλεως τον ιωας υιον οχοζια και εκλεψεν αυτον εκ μεσου υιων του βασιλεως των θανατουμενων και εδωκεν αυτον και την τροφον αυτου εις ταμιειον των κλινων και εκρυψεν αυτον ιωσαβεθ θυγατηρ του βασιλεως ιωραμ αδελφη οχοζιου γυνη ιωδαε του ιερεως και εκρυψεν αυτον απο προσωπου γοθολιας και ουκ απεκτεινεν αυτον 12 και ην μετ' αυτης εν οικω του θεου κατακεκρυμμενος εξ ετη και γοθολια εβασιλευσεν επι της γης
Ματ
Μάρ
Λου
Ίωά
Άποσ
Ρωμ
ΚορΑʹ
ΚορΒʹ
Γαλ
Έφε
Φιλ
Κολ
ΘεσσΑʹ
ΘεσσΒʹ
ΤιμΑʹ
ΤιμBʹ
Τίτ
Φιλήμ
Έβρ
Ίακ
ΠετΑʹ
ΠετBʹ
ΊωάΑʹ
ΊωάBʹ
ΊωάΓʹ
Ίού
Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας