Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΝ ταις ημεραις εκειναις ανεστη ματταθιας υιος ιωαννου του συμεων ιερευς των υιων ιωαριβ απο ιερουσαλημ και εκαθισεν εν μωδειν 2 και αυτω υιοι πεντε ιωαννης ο επικαλουμενος γαδδι 3 σιμων ο καλουμενος θασσι 4 ιουδας ο καλουμενος μακκαβαιος 5 ελεαζαρ ο καλουμενος αυαραν ιωναθης ο καλουμενος απφους 6 και ειδεν τας βλασφημιας τας γινομενας εν ιουδα και εν ιερουσαλημ 7 και ειπεν οιμμοι ινα τι τουτο εγεννηθην ιδειν το συντριμμα του λαου μου και το συντριμμα της αγιας πολεως και καθισαι εκει εν τω δοθηναι αυτην εν χειρι εχθρων το αγιασμα εν χειρι αλλοτριων 8 εγενετο ο ναος αυτης ως ανηρ αδοξος 9 τα σκευη της δοξης αυτης αιχμαλωτα απηχθη απεκτανθη τα νηπια αυτης εν ταις πλατειαις αυτης οι νεανισκοι αυτης εν ρομφαια εχθρου 10 ποιον εθνος ουκ εκληρονομησεν βασιλεια και ουκ εκρατησεν των σκυλων αυτης 11 πας ο κοσμος αυτης αφηρεθη αντι ελευθερας εγενετο εις δουλην 12 και ιδου τα αγια ημων και η καλλονη ημων και η δοξα ημων ηρημωθη και εβεβηλωσαν αυτα τα εθνη
13 ινα τι ημιν ετι ζωη 14 και διερρηξεν ματταθιας και οι υιοι αυτου τα ιματια αυτων και περιεβαλοντο σακκους και επενθησαν σφοδρα 15 και ηλθον οι παρα του βασιλεως οι καταναγκαζοντες την αποστασιαν εις μωδειν την πολιν ινα θυσιασωσιν 16 και πολλοι απο ισραηλ προς αυτους προσηλθον και ματταθιας και οι υιοι αυτου συνηχθησαν 17 και απεκριθησαν οι παρα του βασιλεως και ειπον τω ματταθια λεγοντες αρχων και ενδοξος και μεγας ει εν τη πολει ταυτη και εστηρισμενος υιοις και αδελφοις 18 νυν προσελθε πρωτος και ποιησον το προσταγμα του βασιλεως ως εποιησαν παντα τα εθνη και οι ανδρες ιουδα και οι καταλειφθεντες εν ιερουσαλημ και εση συ και οι υιοι σου των φιλων του βασιλεως και συ και οι υιοι σου δοξασθησεσθε αργυριω και χρυσιω και αποστολαις πολλαις 19 και απεκριθη ματταθιας και ειπεν φωνη μεγαλη ει παντα τα εθνη τα εν οικω της βασιλειας του βασιλεως ακουουσιν αυτου αποστηναι εκαστος απο λατρειας πατερων αυτου και ηρετισαντο εν ταις εντολαις αυτου 20 καγω και οι υιοι μου και οι αδελφοι μου πορευσομεθα εν διαθηκη πατερων ημων 21 ιλεως ημιν καταλιπειν νομον και δικαιωματα 22 των λογων του βασιλεως ουκ ακουσομεθα παρελθειν την λατρειαν ημων δεξιαν η αριστεραν 23 και ως επαυσατο λαλων τους λογους τουτους προσηλθεν ανηρ ιουδαιος εν οφθαλμοις παντων θυσιασαι επι του βωμου εν μωδειν κατα το προσταγμα του βασιλεως 24 και ειδεν ματταθιας και εζηλωσεν και ετρομησαν οι νεφροι αυτου και ανηνεγκεν θυμον κατα το κριμα και δραμων εσφαξεν αυτον επι τον βωμον
25 και τον ανδρα του βασιλεως τον αναγκαζοντα θυειν απεκτεινεν εν τω καιρω εκεινω και τον βωμον καθειλεν 26 και εζηλωσεν τω νομω καθως εποιησεν φινεες τω ζαμβρι υιω σαλωμ

Loading...


27 και ανεκραξεν ματταθιας εν τη πολει φωνη μεγαλη λεγων πας ο ζηλων τω νομω και ιστων διαθηκην εξελθετω οπισω μου 28 και εφυγεν αυτος και οι υιοι αυτου εις τα ορη και εγκατελιπον οσα ειχον εν τη πολει 29 τοτε κατεβησαν πολλοι ζητουντες δικαιοσυνην και κριμα εις την ερημον καθισαι εκει 30 αυτοι και οι υιοι αυτων και αι γυναικες αυτων και τα κτηνη αυτων οτι εσκληρυνθη επ' αυτους τα κακα 31 και ανηγγελη τοις ανδρασιν του βασιλεως και ταις δυναμεσιν αι ησαν εν ιερουσαλημ πολει δαυιδ οτι κατεβησαν ανδρες οιτινες διεσκεδασαν την εντολην του βασιλεως εις τους κρυφους εν τη ερημω 32 και εδραμον οπισω αυτων πολλοι και κατελαβοντο αυτους και παρενεβαλον επ' αυτους και συνεστησαντο προς αυτους πολεμον εν τη ημερα των σαββατων 33 και ειπον προς αυτους εως του νυν εξελθοντες ποιησατε κατα τον λογον του βασιλεως και ζησεσθε 34 και ειπον ουκ εξελευσομεθα ουδε ποιησομεν τον λογον του βασιλεως βεβηλωσαι την ημεραν των σαββατων 35 και εταχυναν επ' αυτους πολεμον 36 και ουκ απεκριθησαν αυτοις ουδε λιθον ενετιναξαν αυτοις ουδε ενεφραξαν τους κρυφους
37 λεγοντες αποθανωμεν παντες εν τη απλοτητι ημων μαρτυρει εφ' ημας ο ουρανος και η γη οτι ακριτως απολλυτε ημας 38 και ανεστησαν επ' αυτους εν πολεμω τοις σαββασιν και απεθανον αυτοι και αι γυναικες αυτων και τα τεκνα αυτων και τα κτηνη αυτων εως χιλιων ψυχων ανθρωπων 39 και εγνω ματταθιας και οι φιλοι αυτου και επενθησαν επ' αυτους σφοδρα 40 και ειπεν ανηρ τω πλησιον αυτου εαν παντες ποιησωμεν ως οι αδελφοι ημων εποιησαν και μη πολεμησωμεν προς τα εθνη υπερ της ψυχης ημων και των δικαιωματων ημων νυν ταχιον ολεθρευσουσιν ημας απο της γης 41 και εβουλευσαντο τη ημερα εκεινη λεγοντες πας ανθρωπος ος εαν ελθη εφ' ημας εις πολεμον τη ημερα των σαββατων πολεμησωμεν κατεναντι αυτου και ου μη αποθανωμεν παντες καθως απεθανον οι αδελφοι ημων εν τοις κρυφοις 42 τοτε συνηχθησαν προς αυτους συναγωγη ασιδαιων ισχυροι δυναμει απο ισραηλ πας ο εκουσιαζομενος τω νομω 43 και παντες οι φυγαδευοντες απο των κακων προσετεθησαν αυτοις και εγενοντο αυτοις εις στηριγμα 44 και συνεστησαντο δυναμιν και επαταξαν αμαρτωλους εν οργη αυτων και ανδρας ανομους εν θυμω αυτων και οι λοιποι εφυγον εις τα εθνη σωθηναι 45 και εκυκλωσεν ματταθιας και οι φιλοι αυτου και καθειλον τους βωμους 46 και περιετεμον τα παιδαρια τα απεριτμητα οσα ευρον εν οριοις ισραηλ εν ισχυι 47 και εδιωξαν τους υιους της υπερηφανιας και κατευοδωθη το εργον εν χειρι αυτων 48 και αντελαβοντο του νομου εκ χειρος των εθνων και των βασιλεων και ουκ εδωκαν κερας τω αμαρτωλω
49 και ηγγισαν αι ημεραι ματταθιου αποθανειν και ειπεν τοις υιοις αυτου νυν εστηρισθη υπερηφανια και ελεγμος και καιρος καταστροφης και οργη θυμου 50 νυν τεκνα ζηλωσατε τω νομω και δοτε τας ψυχας υμων υπερ διαθηκης πατερων ημων 51 και μνησθητε τα εργα των πατερων α εποιησαν εν ταις γενεαις αυτων και δεξασθε δοξαν μεγαλην και ονομα αιωνιον 52 αβρααμ ουχι εν πειρασμω ευρεθη πιστος και ελογισθη αυτω εις δικαιοσυνην

Loading...


53 ιωσηφ εν καιρω στενοχωριας αυτου εφυλαξεν εντολην και εγενετο κυριος αιγυπτου

Loading...


54 φινεες ο πατηρ ημων εν τω ζηλωσαι ζηλον ελαβεν διαθηκην ιερωσυνης αιωνιας

Loading...


55 ιησους εν τω πληρωσαι λογον εγενετο κριτης εν ισραηλ

Loading...


56 χαλεβ εν τω μαρτυρασθαι εν τη εκκλησια ελαβεν γης κληρονομιαν

Loading...


57 δαυιδ εν τω ελεει αυτου εκληρονομησεν θρονον βασιλειας εις αιωνας

Loading...


58 ηλιας εν τω ζηλωσαι ζηλον νομου ανελημφθη εις τον ουρανον

Loading...


59 ανανιας αζαριας μισαηλ πιστευσαντες εσωθησαν εκ φλογος

Loading...


60 δανιηλ εν τη απλοτητι αυτου ερρυσθη εκ στοματος λεοντων

Loading...


61 και ουτως εννοηθητε κατα γενεαν και γενεαν οτι παντες οι ελπιζοντες επ' αυτον ουκ ασθενησουσιν 62 και απο λογων ανδρος αμαρτωλου μη φοβηθητε οτι η δοξα αυτου εις κοπρια και εις σκωληκας 63 σημερον επαρθησεται και αυριον ου μη ευρεθη οτι επεστρεψεν εις τον χουν αυτου και ο διαλογισμος αυτου απολειται 64 τεκνα ανδριζεσθε και ισχυσατε εν τω νομω οτι εν αυτω δοξασθησεσθε 65 και ιδου συμεων ο αδελφος υμων οιδα οτι ανηρ βουλης εστιν αυτου ακουετε πασας τας ημερας αυτος εσται υμων πατηρ 66 και ιουδας μακκαβαιος ισχυρος δυναμει εκ νεοτητος αυτου αυτος εσται υμιν αρχων στρατιας και πολεμησει πολεμον λαων 67 και υμεις προσαξετε προς υμας παντας τους ποιητας του νομου και εκδικησατε εκδικησιν του λαου υμων 68 ανταποδοτε ανταποδομα τοις εθνεσιν και προσεχετε εις προσταγμα του νομου 69 και ευλογησεν αυτους και προσετεθη προς τους πατερας αυτου 70 και απεθανεν εν τω εκτω και τεσσαρακοστω και εκατοστω ετει και εταφη εν ταφοις πατερων αυτου εν μωδειν και εκοψαντο αυτον πας ισραηλ κοπετον μεγαν

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας