Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΠΙ της φυλακης μου στησομαι και επιβησομαι επι πετραν και αποσκοπευσω του ιδειν τι λαλησει εν εμοι και τι αποκριθω επι τον ελεγχον μου

Loading...


2 και απεκριθη προς με κυριος και ειπεν γραψον ορασιν και σαφως επι πυξιον οπως διωκη ο αναγινωσκων αυτα 3 διοτι ετι ορασις εις καιρον και ανατελει εις περας και ουκ εις κενον εαν υστερηση υπομεινον αυτον οτι ερχομενος ηξει και ου μη χρονιση 4 εαν υποστειληται ουκ ευδοκει η ψυχη μου εν αυτω ο δε δικαιος εκ πιστεως μου ζησεται

Loading...


5 ο δε κατοινωμενος και καταφρονητης ανηρ αλαζων ουδεν μη περανη ος επλατυνεν καθως ο αδης την ψυχην αυτου και ουτος ως θανατος ουκ εμπιπλαμενος και επισυναξει επ' αυτον παντα τα εθνη και εισδεξεται προς αυτον παντας τους λαους

Loading...


6 ουχι ταυτα παντα παραβολην κατ' αυτου λημψονται και προβλημα εις διηγησιν αυτου και ερουσιν ουαι ο πληθυνων εαυτω τα ουκ οντα αυτου εως τινος και βαρυνων τον κλοιον αυτου στιβαρως 7 οτι εξαιφνης αναστησονται δακνοντες αυτον και εκνηψουσιν οι επιβουλοι σου και εση εις διαρπαγην αυτοις 8 διοτι συ εσκυλευσας εθνη πολλα σκυλευσουσιν σε παντες οι υπολελειμμενοι λαοι δι' αιματα ανθρωπων και ασεβειας γης και πολεως και παντων των κατοικουντων αυτην 9 ω ο πλεονεκτων πλεονεξιαν κακην τω οικω αυτου του ταξαι εις υψος νοσσιαν αυτου του εκσπασθηναι εκ χειρος κακων 10 εβουλευσω αισχυνην τω οικω σου συνεπερανας λαους πολλους και εξημαρτεν η ψυχη σου 11 διοτι λιθος εκ τοιχου βοησεται και κανθαρος εκ ξυλου φθεγξεται αυτα 12 ουαι ο οικοδομων πολιν εν αιμασιν και ετοιμαζων πολιν εν αδικιαις

Loading...


13 ου ταυτα εστιν παρα κυριου παντοκρατορος και εξελιπον λαοι ικανοι εν πυρι και εθνη πολλα ωλιγοψυχησαν 14 οτι πλησθησεται η γη του γνωναι την δοξαν κυριου ως υδωρ κατακαλυψει αυτους 15 ω ο ποτιζων τον πλησιον αυτου ανατροπη θολερα και μεθυσκων οπως επιβλεπη επι τα σπηλαια αυτων 16 πλησμονην ατιμιας εκ δοξης πιε και συ και διασαλευθητι και σεισθητι εκυκλωσεν επι σε ποτηριον δεξιας κυριου και συνηχθη ατιμια επι την δοξαν σου 17 διοτι ασεβεια του λιβανου καλυψει σε και ταλαιπωρια θηριων πτοησει σε δια αιματα ανθρωπων και ασεβειας γης και πολεως και παντων των κατοικουντων αυτην 18 τι ωφελει γλυπτον οτι εγλυψαν αυτο επλασαν αυτο χωνευμα φαντασιαν ψευδη οτι πεποιθεν ο πλασας επι το πλασμα αυτου του ποιησαι ειδωλα κωφα 19 ουαι ο λεγων τω ξυλω εκνηψον εξεγερθητι και τω λιθω υψωθητι και αυτο εστιν φαντασια τουτο δε εστιν ελασμα χρυσιου και αργυριου και παν πνευμα ουκ εστιν εν αυτω 20 ο δε κυριος εν ναω αγιω αυτου ευλαβεισθω απο προσωπου αυτου πασα η γη

Loading...


Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας