Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΥΙΕ εαν δεξαμενος ρησιν εμης εντολης κρυψης παρα σεαυτω 2 υπακουσεται σοφιας το ους σου και παραβαλεις καρδιαν σου εις συνεσιν παραβαλεις δε αυτην επι νουθετησιν τω υιω σου 3 εαν γαρ την σοφιαν επικαλεση και τη συνεσει δως φωνην σου την δε αισθησιν ζητησης μεγαλη τη φωνη 4 και εαν ζητησης αυτην ως αργυριον και ως θησαυρους εξερευνησης αυτην 5 τοτε συνησεις φοβον κυριου και επιγνωσιν θεου ευρησεις 6 οτι κυριος διδωσιν σοφιαν και απο προσωπου αυτου γνωσις και συνεσις 7 και θησαυριζει τοις κατορθουσι σωτηριαν υπερασπιει την πορειαν αυτων 8 του φυλαξαι οδους δικαιωματων και οδον ευλαβουμενων αυτον διαφυλαξει 9 τοτε συνησεις δικαιοσυνην και κριμα και κατορθωσεις παντας αξονας αγαθους 10 εαν γαρ ελθη η σοφια εις σην διανοιαν η δε αισθησις τη ση ψυχη καλη ειναι δοξη 11 βουλη καλη φυλαξει σε εννοια δε οσια τηρησει σε 12 ινα ρυσηται σε απο οδου κακης και απο ανδρος λαλουντος μηδεν πιστον
13 ω οι εγκαταλειποντες οδους ευθειας του πορευεσθαι εν οδοις σκοτους 14 οι ευφραινομενοι επι κακοις και χαιροντες επι διαστροφη κακη 15 ων αι τριβοι σκολιαι και καμπυλαι αι τροχιαι αυτων 16 του μακραν σε ποιησαι απο οδου ευθειας και αλλοτριον της δικαιας γνωμης 17 υιε μη σε καταλαβη κακη βουλη η απολειπουσα διδασκαλιαν νεοτητος και διαθηκην θειαν επιλελησμενη 18 εθετο γαρ παρα τω θανατω τον οικον αυτης και παρα τω αδη μετα των γηγενων τους αξονας αυτης 19 παντες οι πορευομενοι εν αυτη ουκ αναστρεψουσιν ουδε μη καταλαβωσιν τριβους ευθειας ου γαρ καταλαμβανονται υπο ενιαυτων ζωης 20 ει γαρ επορευοντο τριβους αγαθας ευροσαν αν τριβους δικαιοσυνης λειους 21 χρηστοι εσονται οικητορες γης ακακοι δε υπολειφθησονται εν αυτη οτι ευθεις κατασκηνωσουσι γην και οσιοι υπολειφθησονται εν αυτη 22 οδοι ασεβων εκ γης ολουνται οι δε παρανομοι εξωσθησονται απ' αυτης

Loading...


Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας