Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΒΑΣΙΛΕΥΟΝΤΟς κυρου περσων ετους πρωτου εις συντελειαν ρηματος κυριου εν στοματι ιερεμιου ηγειρεν κυριος το πνευμα κυρου βασιλεως περσων και εκηρυξεν εν ολη τη βασιλεια αυτου και αμα δια γραπτων λεγων

Loading...


2 ταδε λεγει ο βασιλευς περσων κυρος εμε ανεδειξεν βασιλεα της οικουμενης ο κυριος του ισραηλ κυριος ο υψιστος και εσημηνεν μοι οικοδομησαι αυτω οικον εν ιερουσαλημ τη εν τη ιουδαια 3 ει τις εστιν ουν υμων εκ του εθνους αυτου εστω ο κυριος αυτου μετ' αυτου και αναβας εις την ιερουσαλημ την εν τη ιουδαια οικοδομειτω τον οικον του κυριου του ισραηλ ουτος ο κυριος ο κατασκηνωσας εν ιερουσαλημ 4 οσοι ουν κατα τοπους οικουσιν βοηθειτωσαν αυτω οι εν τω τοπω αυτου εν χρυσιω και εν αργυριω εν δοσεσιν μεθ' ιππων και κτηνων συν τοις αλλοις τοις κατ' ευχας προστεθειμενοις εις το ιερον του κυριου το εν ιερουσαλημ 5 και κατασταντες οι αρχιφυλοι των πατριων της ιουδα και βενιαμιν φυλης και οι ιερεις και οι λευιται και παντων ων ηγειρεν κυριος το πνευμα αναβηναι οικοδομησαι οικον τω κυριω τον εν ιερουσαλημ 6 και οι περικυκλω αυτων εβοηθησαν εν πασιν αργυριω και χρυσιω ιπποις και κτηνεσιν και ευχαις ως πλεισταις πολλων ων ο νους ηγερθη 7 και ο βασιλευς κυρος εξηνεγκεν τα ιερα σκευη του κυριου α μετηγαγεν ναβουχοδονοσορ εξ ιερουσαλημ και απηρεισατο αυτα εν τω εαυτου ειδωλιω 8 εξενεγκας δε αυτα κυρος ο βασιλευς περσων παρεδωκεν αυτα μιθριδατη τω εαυτου γαζοφυλακι δια δε τουτου παρεδοθησαν σαναβασσαρω προστατη της ιουδαιας 9 ο δε τουτων αριθμος ην σπονδεια χρυσα χιλια σπονδεια αργυρα χιλια θυισκαι αργυραι εικοσι εννεα 10 φιαλαι χρυσαι τριακοντα αργυραι δισχιλιαι τετρακοσιαι δεκα και αλλα σκευη χιλια 11 τα δε παντα σκευη διεκομισθη χρυσα και αργυρα πεντακισχιλια τετρακοσια εξηκοντα εννεα ανηνεχθη δε υπο σαναβασσαρου αμα τοις εκ της αιχμαλωσιας εκ βαβυλωνος εις ιεροσολυμα 12 εν δε τοις επι αρταξερξου του περσων βασιλεως χρονοις κατεγραψεν αυτω κατα των κατοικουντων εν τη ιουδαια και ιερουσαλημ βεσλεμος και μιθραδατης και ταβελλιος και ραουμος και βεελτεεμος και σαμσαιος ο γραμματευς και οι λοιποι οι τουτοις συντασσομενοι οικουντες δε εν σαμαρεια και τοις αλλοις τοποις την υπογεγραμμενην επιστολην
13 βασιλει αρταξερξη κυριω οι παιδες σου ραουμος ο τα προσπιπτοντα και σαμσαιος ο γραμματευς και οι επιλοιποι της βουλης αυτων κριται οι εν κοιλη συρια και φοινικη 14 και νυν γνωστον εστω τω κυριω βασιλει διοτι οι ιουδαιοι αναβαντες παρ' υμων προς ημας ελθοντες εις ιερουσαλημ την πολιν την αποστατιν και πονηραν οικοδομουσιν τας τε αγορας αυτης και τα τειχη θεραπευουσιν και ναον υποβαλλονται 15 εαν ουν η πολις αυτη οικοδομηθη και τα τειχη συντελεσθη φορολογιαν ου μη υπομεινωσιν δουναι αλλα και βασιλευσιν αντιστησονται 16 και επει ενεργειται τα κατα τον ναον καλως εχειν υπολαμβανομεν μη υπεριδειν το τοιουτο αλλα προσφωνησαι τω κυριω βασιλει οπως αν φαινηται σοι επισκεφθη εν τοις απο των πατερων σου βιβλιοις 17 και ευρησεις εν τοις υπομνηματισμοις τα γεγραμμενα περι τουτων και γνωση οτι η πολις ην εκεινη αποστατις και βασιλεις και πολεις ενοχλουσα και οι ιουδαιοι αποσταται και πολιορκιας συνισταμενοι εν αυτη ετι εξ αιωνος δι' ην αιτιαν και η πολις αυτη ηρημωθη 18 νυν ουν υποδεικνυμεν σοι κυριε βασιλευ διοτι εαν η πολις αυτη οικοδομηθη και τα ταυτης τειχη ανασταθη καθοδος σοι ουκετι εσται εις κοιλην συριαν και φοινικην 19 τοτε αντεγραψεν ο βασιλευς ραουμω τω γραφοντι τα προσπιπτοντα και βεελτεεμω και σαμσαιω γραμματει και τοις λοιποις τοις συντασσομενοις και οικουσιν εν τη σαμαρεια και συρια και φοινικη τα υπογεγραμμενα 20 ανεγνων την επιστολην ην πεπομφατε προς με 21 επεταξα ουν επισκεψασθαι και ευρεθη οτι εστιν η πολις εκεινη εξ αιωνος βασιλευσιν αντιπαρατασσουσα και οι ανθρωποι αποστασεις και πολεμους εν αυτη συντελουντες 22 και βασιλεις ισχυροι και σκληροι ησαν εν ιερουσαλημ κυριευοντες και φορολογουντες κοιλην συριαν και φοινικην 23 νυν ουν επεταξα αποκωλυσαι τους ανθρωπους εκεινους του οικοδομησαι την πολιν 24 και προνοηθηναι οπως μηθεν παρα ταυτα γενηται και μη προβη επι πλειον τα της κακιας εις το βασιλεις ενοχλησαι 25 τοτε αναγνωσθεντων των παρα του βασιλεως αρταξερξου γραφεντων ο ραουμος και σαμσαιος ο γραμματευς και οι τουτοις συντασσομενοι αναζευξαντες κατα σπουδην εις ιερουσαλημ μεθ' ιππου και οχλου παραταξεως ηρξαντο κωλυειν τους οικοδομουντας 26 και ηργει η οικοδομη του ιερου του εν ιερουσαλημ μεχρι του δευτερου ετους της βασιλειας δαρειου του περσων βασιλεως
Ματ
Μάρ
Λου
Ίωά
Άποσ
Ρωμ
ΚορΑʹ
ΚορΒʹ
Γαλ
Έφε
Φιλ
Κολ
ΘεσσΑʹ
ΘεσσΒʹ
ΤιμΑʹ
ΤιμBʹ
Τίτ
Φιλήμ
Έβρ
Ίακ
ΠετΑʹ
ΠετBʹ
ΊωάΑʹ
ΊωάBʹ
ΊωάΓʹ
Ίού
Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας