Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ απηρεν πασα συναγωγη υιων ισραηλ εκ της ερημου σιν κατα παρεμβολας αυτων δια ρηματος κυριου και παρενεβαλοσαν εν ραφιδιν ουκ ην δε υδωρ τω λαω πιειν

Loading...


2 και ελοιδορειτο ο λαος προς μωυσην λεγοντες δος ημιν υδωρ ινα πιωμεν και ειπεν αυτοις μωυσης τι λοιδορεισθε μοι και τι πειραζετε κυριον

Loading...


3 εδιψησεν δε εκει ο λαος υδατι και εγογγυζεν εκει ο λαος προς μωυσην λεγοντες ινα τι τουτο ανεβιβασας ημας εξ αιγυπτου αποκτειναι ημας και τα τεκνα ημων και τα κτηνη τω διψει 4 εβοησεν δε μωυσης προς κυριον λεγων τι ποιησω τω λαω τουτω ετι μικρον και καταλιθοβολησουσιν με 5 και ειπεν κυριος προς μωυσην προπορευου του λαου τουτου λαβε δε μετα σεαυτου απο των πρεσβυτερων του λαου και την ραβδον εν η επαταξας τον ποταμον λαβε εν τη χειρι σου και πορευση

Loading...


6 οδε εγω εστηκα προ του σε εκει επι της πετρας εν χωρηβ και παταξεις την πετραν και εξελευσεται εξ αυτης υδωρ και πιεται ο λαος μου εποιησεν δε μωυσης ουτως εναντιον των υιων ισραηλ

Loading...



Loading...


7 και επωνομασεν το ονομα του τοπου εκεινου πειρασμος και λοιδορησις δια την λοιδοριαν των υιων ισραηλ και δια το πειραζειν κυριον λεγοντας ει εστιν κυριος εν ημιν η ου 8 ηλθεν δε αμαληκ και επολεμει ισραηλ εν ραφιδιν

Loading...


9 ειπεν δε μωυσης τω ιησου επιλεξον σεαυτω ανδρας δυνατους και εξελθων παραταξαι τω αμαληκ αυριον και ιδου εγω εστηκα επι της κορυφης του βουνου και η ραβδος του θεου εν τη χειρι μου 10 και εποιησεν ιησους καθαπερ ειπεν αυτω μωυσης και εξελθων παρεταξατο τω αμαληκ και μωυσης και ααρων και ωρ ανεβησαν επι την κορυφην του βουνου 11 και εγινετο οταν επηρεν μωυσης τας χειρας κατισχυεν ισραηλ οταν δε καθηκεν τας χειρας κατισχυεν αμαληκ

Loading...


12 αι δε χειρες μωυση βαρειαι και λαβοντες λιθον υπεθηκαν υπ' αυτον και εκαθητο επ' αυτου και ααρων και ωρ εστηριζον τας χειρας αυτου εντευθεν εις και εντευθεν εις και εγενοντο αι χειρες μωυση εστηριγμεναι εως δυσμων ηλιου

Loading...


13 και ετρεψατο ιησους τον αμαληκ και παντα τον λαον αυτου εν φονω μαχαιρας

Loading...


14 ειπεν δε κυριος προς μωυσην καταγραψον τουτο εις μνημοσυνον εν βιβλιω και δος εις τα ωτα ιησοι οτι αλοιφη εξαλειψω το μνημοσυνον αμαληκ εκ της υπο τον ουρανον

Loading...


15 και ωκοδομησεν μωυσης θυσιαστηριον κυριω και επωνομασεν το ονομα αυτου κυριος μου καταφυγη 16 οτι εν χειρι κρυφαια πολεμει κυριος επι αμαληκ απο γενεων εις γενεας
Ματ
Μάρ
Λου
Ίωά
Άποσ
Ρωμ
ΚορΑʹ
ΚορΒʹ
Γαλ
Έφε
Φιλ
Κολ
ΘεσσΑʹ
ΘεσσΒʹ
ΤιμΑʹ
ΤιμBʹ
Τίτ
Φιλήμ
Έβρ
Ίακ
ΠετΑʹ
ΠετBʹ
ΊωάΑʹ
ΊωάBʹ
ΊωάΓʹ
Ίού
Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας