Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ ανεβη ιωαννης εκ γαζαρων και απηγγειλεν σιμωνι τω πατρι αυτου α συνετελεσεν κενδεβαιος 2 και εκαλεσεν σιμων τους δυο υιους αυτου τους πρεσβυτερους ιουδαν και ιωαννην και ειπεν αυτοις εγω και οι αδελφοι μου και ο οικος του πατρος μου επολεμησαμεν τους πολεμους ισραηλ απο νεοτητος εως της σημερον ημερας και ευοδωθη εν ταις χερσιν ημων ρυσασθαι τον ισραηλ πλεονακις 3 νυνι δε γεγηρακα και υμεις δε εν τω ελεει ικανοι εστε εν τοις ετεσιν γινεσθε αντ' εμου και του αδελφου μου και εξελθοντες υπερμαχειτε υπερ του εθνους ημων η δε εκ του ουρανου βοηθεια εστω μεθ' υμων 4 και επελεξεν εκ της χωρας εικοσι χιλιαδας ανδρων πολεμιστων και ιππεις και επορευθησαν επι τον κενδεβαιον και εκοιμηθησαν εν μωδειν 5 και ανασταντες το πρωι επορευθησαν εις το πεδιον και ιδου δυναμις πολλη εις συναντησιν αυτοις πεζικη και ιππεις και χειμαρρους ην ανα μεσον αυτων 6 και παρενεβαλε κατα προσωπον αυτων αυτος και ο λαος αυτου και ειδεν τον λαον δειλουμενον διαπερασαι τον χειμαρρουν και διεπερασεν πρωτος και ειδον αυτον οι ανδρες και διεπερασαν κατοπισθεν αυτου 7 και διειλεν τον λαον και τους ιππεις εν μεσω των πεζων ην δε ιππος των υπεναντιων πολλη σφοδρα 8 και εσαλπισαν ταις σαλπιγξιν και ετροπωθη κενδεβαιος και η παρεμβολη αυτου και επεσον εξ αυτων τραυματιαι πολλοι οι δε καταλειφθεντες εφυγον εις το οχυρωμα 9 τοτε ετραυματισθη ιουδας ο αδελφος ιωαννου ιωαννης δε κατεδιωξεν αυτους εως ηλθεν εις κεδρων ην ωκοδομησεν 10 και εφυγον εις τους πυργους τους εν τοις αγροις αζωτου και ενεπυρισεν αυτην εν πυρι και επεσον εξ αυτων εις ανδρας δισχιλιους και απεστρεψεν εις την ιουδαιαν μετα ειρηνης 11 και πτολεμαιος ο του αβουβου ην καθεσταμενος στρατηγος εις το πεδιον ιεριχω και εσχεν αργυριον και χρυσιον πολυ 12 ην γαρ γαμβρος του αρχιερεως
13 και υψωθη η καρδια αυτου και εβουληθη κατακρατησαι της χωρας και εβουλευετο δολω κατα σιμωνος και των υιων αυτου αραι αυτους 14 σιμων δε ην εφοδευων τας πολεις τας εν τη χωρα και φροντιζων της επιμελειας αυτων και κατεβη εις ιεριχω αυτος και ματταθιας και ιουδας οι υιοι αυτου ετους εβδομου και εβδομηκοστου και εκατοστου εν μηνι ενδεκατω ουτος ο μην σαβατ 15 και υπεδεξατο αυτους ο του αβουβου εις το οχυρωματιον το καλουμενον δωκ μετα δολου ο ωκοδομησεν και εποιησεν αυτοις ποτον μεγαν και ενεκρυψεν εκει ανδρας 16 και οτε εμεθυσθη σιμων και οι υιοι αυτου εξανεστη πτολεμαιος και οι παρ' αυτου και ελαβον τα οπλα αυτων και επεισηλθον τω σιμωνι εις το συμποσιον και απεκτειναν αυτον και τους δυο υιους αυτου και τινας των παιδαριων αυτου 17 και εποιησεν αθεσιαν μεγαλην και απεδωκεν κακα αντι αγαθων 18 και εγραψεν ταυτα πτολεμαιος και απεστειλεν τω βασιλει οπως αποστειλη αυτω δυναμεις εις βοηθειαν και παραδω την χωραν αυτων και τας πολεις 19 και απεστειλεν ετερους εις γαζαρα αραι τον ιωαννην και τοις χιλιαρχοις απεστειλεν επιστολας παραγενεσθαι προς αυτον οπως δω αυτοις αργυριον και χρυσιον και δοματα 20 και ετερους απεστειλεν καταλαβεσθαι την ιερουσαλημ και το ορος του ιερου 21 και προδραμων τις απηγγειλεν ιωαννη εις γαζαρα οτι απωλετο ο πατηρ αυτου και οι αδελφοι αυτου και οτι απεσταλκεν και σε αποκτειναι 22 και ακουσας εξεστη σφοδρα και συνελαβεν τους ανδρας τους ελθοντας απολεσαι αυτον και απεκτεινεν αυτους επεγνω γαρ οτι εζητουν αυτον απολεσαι 23 και τα λοιπα των λογων ιωαννου και των πολεμων αυτου και των ανδραγαθιων αυτου ων ηνδραγαθησεν και της οικοδομης των τειχων ων ωκοδομησεν και των πραξεων αυτου 24 ιδου ταυτα γεγραπται επι βιβλιω ημερων αρχιερωσυνης αυτου αφ' ου εγενηθη αρχιερευς μετα τον πατερα αυτου

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας