Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ απεστειλεν αντιοχος υιος δημητριου του βασιλεως επιστολας απο των νησων της θαλασσης σιμωνι ιερει και εθναρχη των ιουδαιων και παντι τω εθνει 2 και ησαν περιεχουσαι τον τροπον τουτον βασιλευς αντιοχος σιμωνι ιερει μεγαλω και εθναρχη και εθνει ιουδαιων χαιρειν 3 επει τινες λοιμοι κατεκρατησαν της βασιλειας των πατερων ημων βουλομαι δε αντιποιησασθαι της βασιλειας οπως αποκαταστησω αυτην ως ην το προτερον εξενολογησα δε πληθος δυναμεων και κατεσκευασα πλοια πολεμικα 4 βουλομαι δε εκβηναι κατα την χωραν οπως μετελθω τους κατεφθαρκοτας την χωραν ημων και τους ηρημωκοτας πολεις πολλας εν τη βασιλεια μου 5 νυν ουν ιστημι σοι παντα τα αφεματα α αφηκαν σοι οι προ εμου βασιλεις και οσα αλλα δοματα αφηκαν σοι 6 και επετρεψα σοι ποιησαι κομμα ιδιον νομισμα τη χωρα σου 7 ιερουσαλημ δε και τα αγια ειναι ελευθερα και παντα τα οπλα οσα κατεσκευασας και τα οχυρωματα α ωκοδομησας ων κρατεις μενετω σοι 8 και παν οφειλημα βασιλικον και τα εσομενα βασιλικα απο του νυν και εις τον απαντα χρονον αφιεσθω σοι 9 ως δ' αν κρατησωμεν της βασιλειας ημων δοξασομεν σε και το εθνος σου και το ιερον δοξη μεγαλη ωστε φανεραν γενεσθαι την δοξαν υμων εν παση τη γη 10 ετους τεταρτου και εβδομηκοστου και εκατοστου εξηλθεν αντιοχος εις την γην των πατερων αυτου και συνηλθον προς αυτον πασαι αι δυναμεις ωστε ολιγους ειναι συν τρυφωνι 11 και εδιωξεν αυτον αντιοχος και ηλθεν εις δωρα φευγων την επι θαλασσης 12 ηδει γαρ οτι επισυνηκται επ' αυτον τα κακα και αφηκαν αυτον αι δυναμεις
13 και παρενεβαλεν αντιοχος επι δωρα και συν αυτω δωδεκα μυριαδες ανδρων πολεμιστων και οκτακισχιλια ιππος 14 και εκυκλωσεν την πολιν και τα πλοια απο θαλασσης συνηψαν και εθλιβε την πολιν απο της γης και της θαλασσης και ουκ ειασεν ουδενα εκπορευεσθαι ουδε εισπορευεσθαι 15 και ηλθεν νουμηνιος και οι παρ' αυτου εκ ρωμης εχοντες επιστολας τοις βασιλευσιν και ταις χωραις εν αις εγεγραπτο ταδε 16 λευκιος υπατος ρωμαιων πτολεμαιω βασιλει χαιρειν 17 οι πρεσβευται των ιουδαιων ηλθον προς ημας φιλοι ημων και συμμαχοι ανανεουμενοι την εξ αρχης φιλιαν και συμμαχιαν απεσταλμενοι απο σιμωνος του αρχιερεως και του δημου των ιουδαιων 18 ηνεγκαν δε ασπιδα χρυσην απο μνων χιλιων 19 ηρεσεν ουν ημιν γραψαι τοις βασιλευσιν και ταις χωραις οπως μη εκζητησωσιν αυτοις κακα και μη πολεμησωσιν αυτους και τας πολεις αυτων και την χωραν αυτων και ινα μη συμμαχωσιν τοις πολεμουσιν προς αυτους 20 εδοξεν δε ημιν δεξασθαι την ασπιδα παρ' αυτων 21 ει τινες ουν λοιμοι διαπεφευγασιν εκ της χωρας αυτων προς υμας παραδοτε αυτους σιμωνι τω αρχιερει οπως εκδικηση αυτους κατα τον νομον αυτων 22 και ταυτα εγραψεν δημητριω τω βασιλει και ατταλω και αριαραθη και αρσακη 23 και εις πασας τας χωρας και σαμψαμη και σπαρτιαταις και εις δηλον και εις μυνδον και εις σικυωνα και εις την καριαν και εις σαμον και εις την παμφυλιαν και εις λυκιαν και εις αλικαρνασσον και εις ροδον και εις φασηλιδα και εις κω και εις σιδην και εις αραδον και γορτυναν και κνιδον και κυπρον και κυρηνην 24 το δε αντιγραφον τουτων εγραψαν σιμωνι τω αρχιερει
25 αντιοχος δε ο βασιλευς παρενεβαλεν επι δωρα εν τη δευτερα προσαγων δια παντος αυτη τας χειρας και μηχανας ποιουμενος και συνεκλεισεν τον τρυφωνα του εκπορευεσθαι και εισπορευεσθαι 26 και απεστειλεν αυτω σιμων δισχιλιους ανδρας εκλεκτους συμμαχησαι αυτω και αργυριον και χρυσιον και σκευη ικανα 27 και ουκ ηβουλετο αυτα δεξασθαι αλλα ηθετησεν παντα οσα συνεθετο αυτω το προτερον και ηλλοτριουτο αυτω 28 και απεστειλεν προς αυτον αθηνοβιον ενα των φιλων αυτου κοινολογησομενον αυτω λεγων υμεις κατακρατειτε της ιοππης και γαζαρων και της ακρας της εν ιερουσαλημ πολεις της βασιλειας μου 29 τα ορια αυτων ηρημωσατε και εποιησατε πληγην μεγαλην επι της γης και εκυριευσατε τοπων πολλων εν τη βασιλεια μου 30 νυν ουν παραδοτε τας πολεις ας κατελαβεσθε και τους φορους των τοπων ων κατεκυριευσατε εκτος των οριων της ιουδαιας 31 ει δε μη δοτε αντ' αυτων πεντακοσια ταλαντα αργυριου και της καταφθορας ης κατεφθαρκατε και των φορων των πολεων αλλα ταλαντα πεντακοσια ει δε μη παραγενομενοι εκπολεμησομεν υμας 32 και ηλθεν αθηνοβιος ο φιλος του βασιλεως εις ιερουσαλημ και ειδεν την δοξαν σιμωνος και κυλικειον μετα χρυσωματων και αργυρωματων και παραστασιν ικανην και εξιστατο και απηγγειλεν αυτω τους λογους του βασιλεως 33 και αποκριθεις σιμων ειπεν αυτω ουτε γην αλλοτριαν ειληφαμεν ουτε αλλοτριων κεκρατηκαμεν αλλα της κληρονομιας των πατερων ημων υπο δε εχθρων ημων ακριτως εν τινι καιρω κατεκρατηθη 34 ημεις δε καιρον εχοντες αντεχομεθα της κληρονομιας των πατερων ημων 35 περι δε ιοππης και γαζαρων ων αιτεις αυται εποιουν εν τω λαω πληγην μεγαλην και την χωραν ημων τουτων δωσομεν ταλαντα εκατον 36 και ουκ απεκριθη αυτω λογον απεστρεψεν δε μετα θυμου προς τον βασιλεα και απηγγειλεν αυτω τους λογους τουτους και την δοξαν σιμωνος και παντα οσα ειδεν και ωργισθη ο βασιλευς οργην μεγαλην 37 τρυφων δε εμβας εις πλοιον εφυγεν εις ορθωσιαν 38 και κατεστησεν ο βασιλευς τον κενδεβαιον επιστρατηγον της παραλιας και δυναμεις πεζικας και ιππικας εδωκεν αυτω 39 και ενετειλατο αυτω παρεμβαλλειν κατα προσωπον της ιουδαιας και ενετειλατο αυτω οικοδομησαι την κεδρων και οχυρωσαι τας πυλας και οπως πολεμη τον λαον ο δε βασιλευς εδιωκε τον τρυφωνα 40 και παρεγενηθη κενδεβαιος εις ιαμνειαν και ηρξατο του ερεθιζειν τον λαον και εμβατευειν εις την ιουδαιαν και αιχμαλωτιζειν τον λαον και φονευειν 41 και ωκοδομησεν την κεδρων και απεταξεν εκει ιππεις και δυναμεις οπως εκπορευομενοι εξοδευωσιν τας οδους της ιουδαιας καθα συνεταξεν αυτω ο βασιλευς

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας