Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΜΕΤΑ δε τριετη χρονον προσεπεσεν τοις περι τον ιουδαν δημητριον τον του σελευκου δια του κατα τριπολιν λιμενος εισπλευσαντα μετα πληθους ισχυρου και στολου 2 κεκρατηκεναι της χωρας επανελομενον αντιοχον και τον τουτου επιτροπον λυσιαν 3 αλκιμος δε τις προγεγονως αρχιερευς εκουσιως δε μεμολυσμενος εν τοις της αμειξιας χρονοις συννοησας οτι καθ' οντιναουν τροπον ουκ εστιν αυτω σωτηρια ουδε προς το αγιον θυσιαστηριον ετι προσοδος 4 ηκεν προς τον βασιλεα δημητριον ως πρωτω και πεντηκοστω και εκατοστω ετει προσαγων αυτω στεφανον χρυσουν και φοινικα προς δε τουτοις των νομιζομενων θαλλων του ιερου και την ημεραν εκεινην ησυχιαν εσχεν 5 καιρον δε λαβων της ιδιας ανοιας συνεργον προσκληθεις εις συνεδριον υπο του δημητριου και επερωτηθεις εν τινι διαθεσει και βουλη καθεστηκαν οι ιουδαιοι προς ταυτα εφη 6 οι λεγομενοι των ιουδαιων ασιδαιοι ων αφηγειται ιουδας ο μακκαβαιος πολεμοτροφουσιν και στασιαζουσιν ουκ εωντες την βασιλειαν ευσταθειας τυχειν 7 οθεν αφελομενος την προγονικην δοξαν λεγω δη την αρχιερωσυνην δευρο νυν εληλυθα 8 πρωτον μεν υπερ των ανηκοντων τω βασιλει γνησιως φρονων δευτερον δε και των ιδιων πολιτων στοχαζομενος τη μεν γαρ των προειρημενων αλογιστια το συμπαν ημων γενος ου μικρως ακληρει 9 εκαστα δε τουτων επεγνωκως συ βασιλευ και της χωρας και του περιισταμενου γενους ημων προνοηθητι καθ' ην εχεις προς απαντας ευαπαντητον φιλανθρωπιαν 10 αχρι γαρ ιουδας περιεστιν αδυνατον ειρηνης τυχειν τα πραγματα 11 τοιουτων δε ρηθεντων υπο τουτου θαττον οι λοιποι φιλοι δυσμενως εχοντες τα προς τον ιουδαν προσεπυρωσαν τον δημητριον 12 προχειρισαμενος δε ευθεως νικανορα τον γενομενον ελεφανταρχην και στρατηγον αναδειξας της ιουδαιας εξαπεστειλεν
13 δους εντολας αυτον μεν τον ιουδαν επανελεσθαι τους δε συν αυτω σκορπισαι καταστησαι δε αλκιμον αρχιερεα του μεγιστου ιερου 14 οι δε επι της ιουδαιας πεφυγαδευκοτες τον ιουδαν εθνη συνεμισγον αγεληδον τω νικανορι τας των ιουδαιων ατυχιας και συμφορας ιδιας ευημεριας δοκουντες εσεσθαι 15 ακουσαντες δε την του νικανορος εφοδον και την επιθεσιν των εθνων καταπασαμενοι γην ελιτανευον τον αχρι αιωνος συστησαντα τον αυτου λαον αει δε μετ' επιφανειας αντιλαμβανομενον της εαυτου μεριδος 16 προσταξαντος δε του ηγουμενου εκειθεν ευθεως αναζευξας συμμισγει αυτοις επι κωμην δεσσαου 17 σιμων δε ο αδελφος ιουδου συμβεβληκως ην τω νικανορι βραδεως δε δια την αιφνιδιον των αντιπαλων αφασιαν επταικως 18 ομως δε ακουων ο νικανωρ ην ειχον οι περι τον ιουδαν ανδραγαθιαν και εν τοις περι της πατριδος αγωσιν ευψυχιαν υπευλαβειτο την κρισιν δι' αιματων ποιησασθαι 19 διοπερ επεμψεν ποσιδωνιον και θεοδοτον και ματταθιαν δουναι και λαβειν δεξιας 20 πλειονος δε γενομενης περι τουτων επισκεψεως και του ηγουμενου τοις πληθεσιν ανακοινωσαμενου και φανεισης ομοψηφου γνωμης επενευσαν ταις συνθηκαις 21 εταξαντο δε ημεραν εν η κατ' ιδιαν ηξουσιν εις το αυτο και προηλθεν παρ' εκαστου διφραξ εθεσαν διφρους 22 διεταξεν ιουδας ενοπλους ετοιμους εν τοις επικαιροις τοποις μηποτε εκ των πολεμιων αιφνιδιως κακουργια γενηται την αρμοζουσαν εποιησαντο κοινολογιαν 23 διετριβεν ο νικανωρ εν ιεροσολυμοις και επραττεν ουθεν ατοπον τους δε συναχθεντας αγελαιους οχλους απελυσεν 24 και ειχεν τον ιουδαν δια παντος εν προσωπω ψυχικως τω ανδρι προσεκεκλιτο
25 παρεκαλεσεν αυτον γημαι και παιδοποιησασθαι εγαμησεν ευσταθησεν εκοινωνησεν βιου 26 ο δε αλκιμος συνιδων την προς αλληλους ευνοιαν και τας γενομενας συνθηκας λαβων ηκεν προς τον δημητριον και ελεγεν τον νικανορα αλλοτρια φρονειν των πραγματων τον γαρ επιβουλον της βασιλειας ιουδαν αυτου διαδοχον αναδειξαι 27 ο δε βασιλευς εκθυμος γενομενος και ταις του παμπονηρου διαβολαις ερεθισθεις εγραψεν νικανορι φασκων υπερ μεν των συνθηκων βαρεως φερειν κελευων δε τον μακκαβαιον δεσμιον εξαποστελλειν εις αντιοχειαν ταχεως 28 προσπεσοντων δε τουτων τω νικανορι συνεκεχυτο και δυσφορως εφερεν ει τα διεσταλμενα αθετησει μηδεν τανδρος ηδικηκοτος 29 επει δε τω βασιλει αντιπραττειν ουκ ην ευκαιρον ετηρει στρατηγηματι τουτ' επιτελεσαι 30 ο δε μακκαβαιος αυστηροτερον διεξαγαγοντα συνιδων τον νικανορα τα προς αυτον και την ειθισμενην απαντησιν αγροικοτερον εσχηκοτα νοησας ουκ απο του βελτιστου την αυστηριαν ειναι συστρεψας ουκ ολιγους των περι αυτον συνεκρυπτετο τον νικανορα 31 συγγνους δε ο ετερος οτι γενναιως υπο του ανδρος εστρατηγηται παραγενομενος επι το μεγιστον και αγιον ιερον των ιερεων τας καθηκουσας θυσιας προσαγοντων εκελευσεν παραδιδοναι τον ανδρα 32 των δε μεθ' ορκων φασκοντων μη γινωσκειν που ποτ' εστιν ο ζητουμενος 33 προτεινας την δεξιαν επι τον νεω ταυτ' ωμοσεν εαν μη δεσμιον μοι τον ιουδαν παραδωτε τονδε τον του θεου σηκον εις πεδιον ποιησω και το θυσιαστηριον κατασκαψω και ιερον ενταυθα τω διονυσω επιφανες αναστησω 34 τοσαυτα δε ειπων απηλθεν οι δε ιερεις προτειναντες τας χειρας εις τον ουρανον επεκαλουντο τον δια παντος υπερμαχον του εθνους ημων ταυτα λεγοντες 35 συ κυριε των ολων απροσδεης υπαρχων ηυδοκησας ναον της σης σκηνωσεως εν ημιν γενεσθαι 36 και νυν αγιε παντος αγιασμου κυριε διατηρησον εις αιωνα αμιαντον τονδε τον προσφατως κεκαθαρισμενον οικον
37 ραζις δε τις των απο ιεροσολυμων πρεσβυτερων εμηνυθη τω νικανορι ανηρ φιλοπολιτης και σφοδρα καλως ακουων και κατα την ευνοιαν πατηρ των ιουδαιων προσαγορευομενος 38 ην γαρ εν τοις εμπροσθεν χρονοις της αμειξιας κρισιν εισενηνεγμενος ιουδαισμου και σωμα και ψυχην υπερ του ιουδαισμου παραβεβλημενος μετα πασης εκτενιας 39 βουλομενος δε νικανωρ προδηλον ποιησαι ην ειχεν προς τους ιουδαιους δυσμενειαν απεστειλεν στρατιωτας υπερ τους πεντακοσιους συλλαβειν αυτον 40 εδοξεν γαρ εκεινον συλλαβων τουτοις ενεργασασθαι συμφοραν 41 των δε πληθων μελλοντων τον πυργον καταλαβεσθαι και την αυλαιαν θυραν βιαζομενων και κελευοντων πυρ προσαγειν και τας θυρας υφαπτειν περικαταλημπτος γενομενος υπεθηκεν εαυτω το ξιφος 42 ευγενως θελων αποθανειν ηπερ τοις αλιτηριοις υποχειριος γενεσθαι και της ιδιας ευγενειας αναξιως υβρισθηναι 43 τη δε πληγη μη κατευθικτησας δια την του αγωνος σπουδην και των οχλων εσω των θυρωματων εισβαλλοντων αναδραμων γενναιως επι το τειχος κατεκρημνισεν εαυτον ανδρωδως εις τους οχλους 44 των δε ταχεως αναποδισαντων γενομενου διαστηματος ηλθεν κατα μεσον τον κενεωνα 45 ετι δε εμπνους υπαρχων και πεπυρωμενος τοις θυμοις εξαναστας φερομενων κρουνηδον των αιματων και δυσχερων των τραυματων οντων δρομω τους οχλους διελθων και στας επι τινος πετρας απορρωγος 46 παντελως εξαιμος ηδη γινομενος προβαλων τα εντερα και λαβων εκατεραις ταις χερσιν ενεσεισε τοις οχλοις και επικαλεσαμενος τον δεσποζοντα της ζωης και του πνευματος ταυτα αυτω παλιν αποδουναι τονδε τον τροπον μετηλλαξεν

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας