Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ τωβιτ εγραψεν προσευχην εις αγαλλιασιν και ειπεν 2 ευλογητος ο θεος ο ζων εις τους αιωνας και η βασιλεια αυτου οτι αυτος μαστιγοι και ελεα καταγει εις αδην και αναγει και ουκ εστιν ος εκφευξεται την χειρα αυτου

Loading...


3 εξομολογεισθε αυτω οι υιοι ισραηλ ενωπιον των εθνων οτι αυτος διεσπειρεν ημας εν αυτοις 4 εκει υποδειξατε την μεγαλωσυνην αυτου υψουτε αυτον ενωπιον παντος ζωντος καθοτι αυτος κυριος ημων και θεος αυτος πατηρ ημων εις παντας τους αιωνας 5 και μαστιγωσει ημας εν ταις αδικιαις ημων και παλιν ελεησει και συναξει ημας εκ παντων των εθνων ου εαν σκορπισθητε εν αυτοις 6 εαν επιστρεψητε προς αυτον εν ολη καρδια υμων και εν ολη τη ψυχη ποιησαι ενωπιον αυτου αληθειαν τοτε επιστρεψει προς υμας και ου μη κρυψη το προσωπον αυτου αφ' υμων 7 και θεασασθε α ποιησει μεθ' υμων και εξομολογησασθε αυτω εν ολω τω στοματι υμων και ευλογησατε τον κυριον της δικαιοσυνης και υψωσατε τον βασιλεα των αιωνων 8 εγω εν τη γη της αιχμαλωσιας μου εξομολογουμαι αυτω και δεικνυω την ισχυν και την μεγαλωσυνην αυτου εθνει αμαρτωλων επιστρεψατε αμαρτωλοι και ποιησατε δικαιοσυνην ενωπιον αυτου τις γινωσκει ει θελησει υμας και ποιησει ελεημοσυνην υμιν 9 τον θεον μου υψω και η ψυχη μου τον βασιλεα του ουρανου και αγαλλιασεται την μεγαλωσυνην αυτου 10 λεγετωσαν παντες και εξομολογεισθωσαν αυτω εν ιεροσολυμοις ιεροσολυμα πολις αγια μαστιγωσει επι τα εργα των υιων σου και παλιν ελεησει τους υιους των δικαιων 11 εξομολογου τω κυριω αγαθως και ευλογει τον βασιλεα των αιωνων ινα παλιν η σκηνη αυτου οικοδομηθη σοι μετα χαρας 12 και ευφραναι εν σοι τους αιχμαλωτους και αγαπησαι εν σοι τους ταλαιπωρους εις πασας τας γενεας του αιωνος
13 εθνη πολλα μακροθεν ηξει προς το ονομα κυριου του θεου δωρα εν χερσιν εχοντες και δωρα τω βασιλει του ουρανου γενεαι γενεων δωσουσιν σοι αγαλλιαμα 14 επικαταρατοι παντες οι μισουντες σε ευλογημενοι εσονται παντες οι αγαπωντες σε εις τον αιωνα

Loading...


15 χαρηθι και αγαλλιασαι επι τοις υιοις των δικαιων οτι συναχθησονται και ευλογησουσιν τον κυριον των δικαιων ω μακαριοι οι αγαπωντες σε χαρησονται επι τη ειρηνη σου 16 μακαριοι οσοι ελυπηθησαν επι πασαις ταις μαστιξιν σου οτι επι σοι χαρησονται θεασαμενοι πασαν την δοξαν σου και ευφρανθησονται εις τον αιωνα η ψυχη μου ευλογειτω τον θεον τον βασιλεα τον μεγαν 17 οτι οικοδομηθησεται ιερουσαλημ σαπφειρω και σμαραγδω και λιθω εντιμω τα τειχη σου και οι πυργοι και οι προμαχωνες εν χρυσιω καθαρω και αι πλατειαι ιερουσαλημ βηρυλλω και ανθρακι και λιθω εκ σουφιρ ψηφολογηθησονται 18 και ερουσιν πασαι αι ρυμαι αυτης αλληλουια και αινεσουσιν λεγοντες ευλογητος ο θεος ος υψωσεν παντας τους αιωνας

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας