Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΓΕΝΟΜΕΝΩΝ δε των συνθηκων τουτων ο μεν λυσιας απηει προς τον βασιλεα οι δε ιουδαιοι περι την γεωργιαν εγινοντο 2 των δε κατα τοπον στρατηγων τιμοθεος και απολλωνιος ο του γενναιου ετι δε ιερωνυμος και δημοφων προς δε τουτοις νικανωρ ο κυπριαρχης ουκ ειων αυτους ευσταθειν και τα της ησυχιας αγειν 3 ιοππιται δε τηλικουτο συνετελεσαν το δυσσεβημα παρακαλεσαντες τους συν αυτοις οικουντας ιουδαιους εμβηναι εις τα παρακατασταθεντα υπ' αυτων σκαφη συν γυναιξιν και τεκνοις ως μηδεμιας ενεστωσης προς αυτους δυσμενειας 4 κατα δε το κοινον της πολεως ψηφισμα και τουτων επιδεξαμενων ως αν ειρηνευειν θελοντων και μηδεν υποπτον εχοντων επαναχθεντας αυτους εβυθισαν οντας ουκ ελαττον των διακοσιων 5 μεταλαβων δε ιουδας την γεγονυιαν εις τους ομοεθνεις ωμοτητα παραγγειλας τοις περι αυτον ανδρασιν 6 και επικαλεσαμενος τον δικαιον κριτην θεον παρεγενετο επι τους μιαιφονους των αδελφων και τον μεν λιμενα νυκτωρ ενεπρησεν και τα σκαφη κατεφλεξεν τους δε εκει συμφυγοντας εξεκεντησεν 7 του δε χωριου συγκλεισθεντος ανελυσεν ως παλιν ηξων και το συμπαν των ιοππιτων εκριζωσαι πολιτευμα 8 μεταλαβων δε και τους εν ιαμνεια τον αυτον επιτελειν βουλομενους τροπον τοις παροικουσιν ιουδαιοις 9 και τοις ιαμνιταις νυκτος επιβαλων υφηψεν τον λιμενα συν τω στολω ωστε φαινεσθαι τας αυγας του φεγγους εις τα ιεροσολυμα σταδιων οντων διακοσιων τεσσαρακοντα 10 εκειθεν δε αποσπασαντες σταδιους εννεα ποιουμενων την πορειαν επι τον τιμοθεον προσεβαλον αραβες αυτω ουκ ελαττους των πεντακισχιλιων ιππεις δε πεντακοσιοι 11 γενομενης δε καρτερας μαχης και των περι τον ιουδαν δια την παρα του θεου βοηθειαν ευημερησαντων ελαττονωθεντες οι νομαδες ηξιουν δουναι τον ιουδαν δεξιας αυτοις υπισχνουμενοι και βοσκηματα δωσειν και εν τοις λοιποις ωφελησειν αυτους 12 ιουδας δε υπολαβων ως αληθως εν πολλοις αυτους χρησιμους επεχωρησεν ειρηνην αξειν προς αυτους και λαβοντες δεξιας εις τας σκηνας εχωρισθησαν
13 επεβαλεν δε και επι τινα πολιν γεφυραις οχυραν και τειχεσιν περιπεφραγμενην και παμμειγεσιν εθνεσιν κατοικουμενην ονομα δε κασπιν 14 οι δε ενδον πεποιθοτες τη των τειχεων ερυμνοτητι τη τε των βρωματων παραθεσει αναγωγοτερον εχρωντο τοις περι τον ιουδαν λοιδορουντες και προσετι βλασφημουντες και λαλουντες α μη θεμις 15 οι δε περι τον ιουδαν επικαλεσαμενοι τον μεγαν του κοσμου δυναστην τον ατερ κριων και μηχανων οργανικων κατακρημνισαντα την ιεριχω κατα τους ιησου χρονους ενεσεισαν θηριωδως τω τειχει

Loading...


16 καταλαβομενοι τε την πολιν τη του θεου θελησει αμυθητους εποιησαντο σφαγας ωστε την παρακειμενην λιμνην το πλατος εχουσαν σταδιους δυο καταρρυτον αιματι πεπληρωμενην φαινεσθαι 17 εκειθεν δε αποσπασαντες σταδιους επτακοσιους πεντηκοντα διηνυσαν εις τον χαρακα προς τους λεγομενους τουβιανους ιουδαιους 18 και τιμοθεον μεν επι των τοπων ου κατελαβον απρακτον τοτε απο των τοπων εκλελυκοτα καταλελοιποτα δε φρουραν εν τινι τοπω και μαλα οχυραν 19 δοσιθεος δε και σωσιπατρος των περι τον μακκαβαιον ηγεμονων εξοδευσαντες απωλεσαν τους υπο τιμοθεου καταλειφθεντας εν τω οχυρωματι πλειους των μυριων ανδρων 20 ο δε μακκαβαιος διαταξας την περι αυτον στρατιαν σπειρηδον κατεστησεν αυτους επι των σπειρων και επι τον τιμοθεον ωρμησεν εχοντα περι αυτον μυριαδας δωδεκα πεζων ιππεις δε δισχιλιους προς τοις πεντακοσιοις 21 την δε εφοδον μεταλαβων ιουδου προεξαπεστειλεν ο τιμοθεος τας γυναικας και τα τεκνα και την αλλην αποσκευην εις το λεγομενον καρνιον ην γαρ δυσπολιορκητον και δυσπροσιτον το χωριον δια την παντων των τοπων στενοτητα 22 επιφανεισης δε της ιουδου σπειρας πρωτης και γενομενου δεους επι τους πολεμιους φοβου τε εκ της του τα παντα εφορωντος επιφανειας γενομενης επ' αυτους εις φυγην ωρμησαν αλλος αλλαχη φερομενος ωστε πολλακις υπο των ιδιων βλαπτεσθαι και ταις των ξιφων ακμαις αναπειρεσθαι 23 εποιειτο δε τον διωγμον ευτονωτερον ο ιουδας συγκεντων τους αλιτηριους διεφθειρεν τε εις μυριαδας τρεις ανδρων 24 αυτος δε ο τιμοθεος εμπεσων τοις περι τον δοσιθεον και σωσιπατρον ηξιου μετα πολλης γοητειας εξαφειναι σωον αυτον δια το πλειονων μεν γονεις ων δε αδελφους εχειν και τουτους αλογηθηναι συμβησεται
25 πιστωσαντος δε αυτου δια πλειονων τον ορισμον αποκαταστησαι τουτους απημαντους απελυσαν αυτον ενεκα της των αδελφων σωτηριας 26 εξελθων δε επι το καρνιον και το ατεργατειον κατεσφαξεν μυριαδας σωματων δυο και πεντακισχιλιους 27 μετα δε την τουτων τροπην και απωλειαν επεστρατευσεν και επι εφρων πολιν οχυραν εν η κατωκει λυσιας και παμφυλα πληθη νεανιαι δε ρωμαλεοι προ των τειχεων καθεστωτες ευρωστως απεμαχοντο ενθα δε οργανων και βελων πολλαι παραθεσεις υπηρχον 28 επικαλεσαμενοι δε τον δυναστην τον μετα κρατους συντριβοντα τας των πολεμιων αλκας ελαβον την πολιν υποχειριον κατεστρωσαν δε των ενδον εις μυριαδας δυο πεντακισχιλιους 29 αναζευξαντες δε εκειθεν ωρμησαν επι σκυθων πολιν απεχουσαν απο ιεροσολυμων σταδιους εξακοσιους 30 απομαρτυρησαντων δε των εκει καθεστωτων ιουδαιων ην οι σκυθοπολιται εσχον προς αυτους ευνοιαν και εν τοις της ατυχιας καιροις ημερον απαντησιν 31 ευχαριστησαντες και προσπαρακαλεσαντες και εις τα λοιπα προς το γενος ευμενεις ειναι παρεγενηθησαν εις ιεροσολυμα της των εβδομαδων εορτης ουσης υπογυου 32 μετα δε την λεγομενην πεντηκοστην ωρμησαν επι γοργιαν τον της ιδουμαιας στρατηγον 33 εξηλθεν δε μετα πεζων τρισχιλιων ιππεων δε τετρακοσιων 34 παραταξαμενους δε συνεβη πεσειν ολιγους των ιουδαιων 35 δοσιθεος δε τις των του βακηνορος εφιππος ανηρ και καρτερος ειχετο του γοργιου και λαβομενος της χλαμυδος ηγεν αυτον ευρωστως και βουλομενος τον καταρατον λαβειν ζωγριαν των ιππεων τινος θρακων επενεχθεντος αυτω και τον ωμον καθελοντος διεφυγεν ο γοργιας εις μαρισα 36 των δε περι τον εσδριν επι πλειον μαχομενων και κατακοπων οντων επικαλεσαμενος ιουδας τον κυριον συμμαχον φανηναι και προοδηγον του πολεμου
37 καταρξαμενος τη πατριω φωνη την μεθ' υμνων κραυγην ενσεισας απροσδοκητως τοις περι τον γοργιαν τροπην αυτων εποιησατο 38 ιουδας δε αναλαβων το στρατευμα ηκεν εις οδολλαμ πολιν της δε εβδομαδος επιβαλλουσης κατα τον εθισμον αγνισθεντες αυτοθι το σαββατον διηγαγον 39 τη δε εχομενη ηλθον οι περι τον ιουδαν καθ' ον χρονον το της χρειας εγεγονει τα σωματα των προπεπτωκοτων ανακομισασθαι και μετα των συγγενων αποκαταστησαι εις τους πατρωους ταφους 40 ευρον δε εκαστου των τεθνηκοτων υπο τους χιτωνας ιερωματα των απο ιαμνειας ειδωλων αφ' ων ο νομος απειργει τους ιουδαιους τοις δε πασι σαφες εγενετο δια τηνδε την αιτιαν τουσδε πεπτωκεναι

Loading...


41 παντες ουν ευλογησαντες τα του δικαιοκριτου κυριου τα κεκρυμμενα φανερα ποιουντος 42 εις ικετειαν ετραπησαν αξιωσαντες το γεγονος αμαρτημα τελειως εξαλειφθηναι ο δε γενναιος ιουδας παρεκαλεσε το πληθος συντηρειν αυτους αναμαρτητους ειναι υπ' οψιν εωρακοτας τα γεγονοτα δια την των προπεπτωκοτων αμαρτιαν 43 ποιησαμενος τε κατ' ανδρολογιαν εις αργυριου δραχμας δισχιλιας απεστειλεν εις ιεροσολυμα προσαγαγειν περι αμαρτιας θυσιαν πανυ καλως και αστειως πραττων υπερ αναστασεως διαλογιζομενος 44 ει μη γαρ τους προπεπτωκοτας αναστηναι προσεδοκα περισσον και ληρωδες υπερ νεκρων ευχεσθαι 45 ειτε' εμβλεπων τοις μετ' ευσεβειας κοιμωμενοις καλλιστον αποκειμενον χαριστηριον οσια και ευσεβης η επινοια οθεν περι των τεθνηκοτων τον εξιλασμον εποιησατο της αμαρτιας απολυθηναι
Ματ
Μάρ
Λου
Ίωά
Άποσ
Ρωμ
ΚορΑʹ
ΚορΒʹ
Γαλ
Έφε
Φιλ
Κολ
ΘεσσΑʹ
ΘεσσΒʹ
ΤιμΑʹ
ΤιμBʹ
Τίτ
Φιλήμ
Έβρ
Ίακ
ΠετΑʹ
ΠετBʹ
ΊωάΑʹ
ΊωάBʹ
ΊωάΓʹ
Ίού
Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας