Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ τωβιτ ο πατηρ αυτου ελογιζετο εκαστης ημερας και ως επληρωθησαν αι ημεραι της πορειας και ουκ ηρχοντο 2 ειπεν μηποτε κατησχυνται η μηποτε απεθανεν γαβαηλ και ουδεις διδωσιν αυτω το αργυριον 3 και ελυπειτο λιαν 4 ειπεν δε αυτω η γυνη απωλετο το παιδιον διοτι κεχρονικεν και ηρξατο θρηνειν αυτον και ειπεν

Loading...


5 ου μελει μοι τεκνον οτι αφηκα σε το φως των οφθαλμων μου 6 και τωβιτ λεγει αυτη σιγα μη λογον εχε υγιαινει 7 και ειπεν αυτω σιγα μη πλανα με απωλετο το παιδιον μου και επορευετο καθ' ημεραν εις την οδον εξω οιας απηλθεν ημερας τε αρτον ουκ ησθιεν τας δε νυκτας ου διελιμπανεν θρηνουσα τωβιαν τον υιον αυτης εως ου συνετελεσθησαν αι δεκα τεσσαρες ημεραι του γαμου ας ωμοσεν ραγουηλ ποιησαι αυτον εκει 8 ειπεν δε τωβιας τω ραγουηλ εξαποστειλον με οτι ο πατηρ μου και η μητηρ μου ουκετι ελπιζουσιν οψεσθαι με 9 ειπεν δε αυτω ο πενθερος αυτου μεινον παρ' εμοι καγω εξαποστελω προς τον πατερα σου και δηλωσουσιν αυτω τα κατα σε και τωβιας λεγει ουχι αλλα εξαποστειλον με προς τον πατερα μου 10 αναστας δε ραγουηλ εδωκεν αυτω σαρραν την γυναικα αυτου και τα ημισυ των υπαρχοντων σωματα και κτηνη και αργυριον 11 και ευλογησας αυτους εξαπεστειλεν λεγων ευοδωσει υμας τεκνα ο θεος του ουρανου προ του με αποθανειν 12 και ειπεν τη θυγατρι αυτου τιμα τους πενθερους σου αυτοι νυν γονεις σου εισιν ακουσαιμι σου ακοην καλην και εφιλησεν αυτην 13 και εδνα ειπεν προς τωβιαν αδελφε αγαπητε αποκαταστησαι σε ο κυριος του ουρανου και δωη μοι ιδειν σου παιδια εκ σαρρας της θυγατρος μου ινα ευφρανθω ενωπιον του κυριου και ιδου παρατιθεμαι σοι την θυγατερα μου εν παρακαταθηκη μη λυπησης αυτην 14 μετα ταυτα επορευετο τωβιας ευλογων τον θεον οτι ευοδωσεν την οδον αυτου και κατευλογει ραγουηλ και εδναν την γυναικα αυτου

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας