Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΩΣΤΕ αδελφοι μου αγαπητοι και επιποθητοι χαρα και στεφανος μου ουτως στηκετε εν κυριω αγαπητοι 2 {VAR1: ευωδιαν } {VAR2: ευοδιαν } παρακαλω και συντυχην παρακαλω το αυτο φρονειν εν κυριω 3 και ερωτω και σε συζυγε γνησιε συλλαμβανου αυταις αιτινες εν τω ευαγγελιω συνηθλησαν μοι μετα και κλημεντος και των λοιπων συνεργων μου ων τα ονοματα εν βιβλω ζωης 4 χαιρετε εν κυριω παντοτε παλιν ερω χαιρετε 5 το επιεικες υμων γνωσθητω πασιν ανθρωποις ο κυριος εγγυς 6 μηδεν μεριμνατε αλλ εν παντι τη προσευχη και τη δεησει μετα ευχαριστιας τα αιτηματα υμων γνωριζεσθω προς τον θεον

Loading...


7 και η ειρηνη του θεου η υπερεχουσα παντα νουν φρουρησει τας καρδιας υμων και τα νοηματα υμων εν χριστω ιησου 8 το λοιπον αδελφοι οσα εστιν αληθη οσα σεμνα οσα δικαια οσα αγνα οσα προσφιλη οσα ευφημα ει τις αρετη και ει τις επαινος ταυτα λογιζεσθε 9 α και εμαθετε και παρελαβετε και ηκουσατε και ειδετε εν εμοι ταυτα πρασσετε και ο θεος της ειρηνης εσται μεθ υμων 10 εχαρην δε εν κυριω μεγαλως οτι ηδη ποτε ανεθαλετε το υπερ εμου φρονειν εφ ω και εφρονειτε ηκαιρεισθε δε 11 ουχ οτι καθ υστερησιν λεγω εγω γαρ εμαθον εν οις ειμι αυταρκης ειναι 12 οιδα {VAR1: δε } {VAR2: και } ταπεινουσθαι οιδα και περισσευειν εν παντι και εν πασιν μεμυημαι και χορταζεσθαι και πειναν και περισσευειν και υστερεισθαι
13 παντα ισχυω εν τω ενδυναμουντι με χριστω 14 πλην καλως εποιησατε συγκοινωνησαντες μου τη θλιψει 15 οιδατε δε και υμεις φιλιππησιοι οτι εν αρχη του ευαγγελιου οτε εξηλθον απο μακεδονιας ουδεμια μοι εκκλησια εκοινωνησεν εις λογον δοσεως και ληψεως ει μη υμεις μονοι 16 οτι και εν θεσσαλονικη και απαξ και δις εις την χρειαν μοι επεμψατε 17 ουχ οτι επιζητω το δομα αλλ επιζητω τον καρπον τον πλεοναζοντα εις λογον υμων 18 απεχω δε παντα και περισσευω πεπληρωμαι δεξαμενος παρα επαφροδιτου τα παρ υμων οσμην ευωδιας θυσιαν δεκτην ευαρεστον τω θεω

Loading...


19 ο δε θεος μου πληρωσει πασαν χρειαν υμων κατα τον πλουτον αυτου εν δοξη εν χριστω ιησου 20 τω δε θεω και πατρι ημων η δοξα εις τους αιωνας των αιωνων αμην 21 ασπασασθε παντα αγιον εν χριστω ιησου ασπαζονται υμας οι συν εμοι αδελφοι 22 ασπαζονται υμας παντες οι αγιοι μαλιστα δε οι εκ της καισαρος οικιας 23 η χαρις του κυριου ημων ιησου χριστου μετα παντων υμων αμην [προς φιλιππησιους εγραφη απο ρωμης δι επαφροδιτου]

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας