Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΘΕΛΩ γαρ υμας ειδεναι ηλικον αγωνα εχω περι υμων και των εν λαοδικεια και οσοι ουχ εωρακασιν το προσωπον μου εν σαρκι 2 ινα παρακληθωσιν αι καρδιαι αυτων συμβιβασθεντων εν αγαπη και εις παντα πλουτον της πληροφοριας της συνεσεως εις επιγνωσιν του μυστηριου του θεου και πατρος και του χριστου 3 εν ω εισιν παντες οι θησαυροι της σοφιας και της γνωσεως αποκρυφοι 4 τουτο δε λεγω ινα μη τις υμας παραλογιζηται εν πιθανολογια 5 ει γαρ και τη σαρκι απειμι αλλα τω πνευματι συν υμιν ειμι χαιρων και βλεπων υμων την ταξιν και το στερεωμα της εις χριστον πιστεως υμων

Loading...


6 ως ουν παρελαβετε τον χριστον ιησουν τον κυριον εν αυτω περιπατειτε 7 ερριζωμενοι και εποικοδομουμενοι εν αυτω και βεβαιουμενοι εν τη πιστει καθως εδιδαχθητε περισσευοντες εν αυτη εν ευχαριστια 8 βλεπετε μη τις υμας εσται ο συλαγωγων δια της φιλοσοφιας και κενης απατης κατα την παραδοσιν των ανθρωπων κατα τα στοιχεια του κοσμου και ου κατα χριστον 9 οτι εν αυτω κατοικει παν το πληρωμα της θεοτητος σωματικως 10 και εστε εν αυτω πεπληρωμενοι ος εστιν η κεφαλη πασης αρχης και εξουσιας 11 εν ω και περιετμηθητε περιτομη αχειροποιητω εν τη απεκδυσει του σωματος των αμαρτιων της σαρκος εν τη περιτομη του χριστου 12 συνταφεντες αυτω εν τω βαπτισματι εν ω και συνηγερθητε δια της πιστεως της ενεργειας του θεου του εγειραντος αυτον εκ των νεκρων

Loading...


13 και υμας νεκρους οντας εν τοις παραπτωμασιν και τη ακροβυστια της σαρκος υμων {VAR1: συνεζωποιησεν } {VAR2: συνεζωοποιησεν } συν αυτω χαρισαμενος {VAR1: ημιν } {VAR2: υμιν } παντα τα παραπτωματα

Loading...


14 εξαλειψας το καθ ημων χειρογραφον τοις δογμασιν ο ην υπεναντιον ημιν και αυτο ηρκεν εκ του μεσου προσηλωσας αυτο τω σταυρω 15 απεκδυσαμενος τας αρχας και τας εξουσιας εδειγματισεν εν παρρησια θριαμβευσας αυτους εν αυτω 16 μη ουν τις υμας κρινετω εν βρωσει η εν ποσει η εν μερει εορτης η νουμηνιας η σαββατων 17 α εστιν σκια των μελλοντων το δε σωμα του χριστου 18 μηδεις υμας καταβραβευετω θελων εν ταπεινοφροσυνη και θρησκεια των αγγελων α μη εωρακεν εμβατευων εικη φυσιουμενος υπο του νοος της σαρκος αυτου

Loading...


19 και ου κρατων την κεφαλην εξ ου παν το σωμα δια των αφων και συνδεσμων επιχορηγουμενον και συμβιβαζομενον αυξει την αυξησιν του θεου 20 ει ουν απεθανετε συν τω χριστω απο των στοιχειων του κοσμου τι ως ζωντες εν κοσμω δογματιζεσθε 21 μη αψη μηδε γευση μηδε θιγης 22 α εστιν παντα εις φθοραν τη αποχρησει κατα τα ενταλματα και διδασκαλιας των ανθρωπων 23 ατινα εστιν λογον μεν εχοντα σοφιας εν εθελοθρησκεια και ταπεινοφροσυνη και αφειδια σωματος ουκ εν τιμη τινι προς πλησμονην της σαρκος

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας