Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ λυπηθεις εκλαυσα και προσευξαμην μετ' οδυνης λεγων 2 δικαιος ει κυριε και παντα τα εργα σου και πασαι αι οδοι σου ελεημοσυναι και αληθεια και κρισιν αληθινην και δικαιαν συ κρινεις εις τον αιωνα 3 μνησθητι μου και επιβλεψον επ' εμε μη με εκδικησης ταις αμαρτιαις μου και τοις αγνοημασιν μου και των πατερων μου α ημαρτον ενωπιον σου 4 παρηκουσαν γαρ των εντολων σου εδωκας ημας εις διαρπαγην και αιχμαλωσιαν και θανατον και παραβολην ονειδισμου πασιν τοις εθνεσιν εν οις εσκορπισμεθα

Loading...


5 και νυν πολλαι αι κρισεις σου εισιν αληθιναι εξ εμου ποιησαι περι των αμαρτιων μου και των πατερων μου οτι ουκ εποιησαμεν τας εντολας σου ου γαρ επορευθημεν εν αληθεια ενωπιον σου 6 και νυν κατα το αρεστον ενωπιον σου ποιησον μετ' εμου επιταξον αναλαβειν το πνευμα μου οπως απολυθω και γενωμαι γη διοτι λυσιτελει μοι αποθανειν η ζην οτι ονειδισμους ψευδεις ηκουσα και λυπη εστιν πολλη εν εμοι επιταξον απολυθηναι με της αναγκης ηδη εις τον αιωνιον τοπον μη αποστρεψης το προσωπον σου απ' εμου 7 εν τη αυτη ημερα συνεβη τη θυγατρι ραγουηλ σαρρα εν εκβατανοις της μηδιας και ταυτην ονειδισθηναι υπο παιδισκων πατρος αυτης 8 οτι ην δεδομενη ανδρασιν επτα και ασμοδαυς το πονηρον δαιμονιον απεκτεινεν αυτους πριν η γενεσθαι αυτους μετ' αυτης ως εν γυναιξιν και ειπαν αυτη ου συνιεις αποπνιγουσα σου τους ανδρας ηδη επτα εσχες και ενος αυτων ουκ ωνασθης 9 τι ημας μαστιγοις ει απεθαναν βαδιζε μετ' αυτων μη ιδοιμεν σου υιον η θυγατερα εις τον αιωνα 10 ταυτα ακουσασα ελυπηθη σφοδρα ωστε απαγξασθαι και ειπεν μια μεν ειμι τω πατρι μου εαν ποιησω τουτο ονειδος αυτω εστιν και το γηρας αυτου καταξω μετ' οδυνης εις αδου 11 και εδεηθη προς τη θυριδι και ειπεν ευλογητος ει κυριε ο θεος μου και ευλογητον το ονομα σου το αγιον και εντιμον εις τους αιωνας ευλογησαισαν σε παντα τα εργα σου εις τον αιωνα 12 και νυν κυριε τους οφθαλμους μου και το προσωπον μου εις σε δεδωκα 13 ειπον απολυσαι με απο της γης και μη ακουσαι με μηκετι ονειδισμον 14 συ γινωσκεις κυριε οτι καθαρα ειμι απο πασης αμαρτιας ανδρος 15 και ουκ εμολυνα το ονομα μου ουδε το ονομα του πατρος μου εν τη γη της αιχμαλωσιας μου μονογενης ειμι τω πατρι μου και ουχ υπαρχει αυτω παιδιον ο κληρονομησει αυτον ουδε αδελφος εγγυς ουδε υπαρχων αυτω υιος ινα συντηρησω εμαυτην αυτω γυναικα ηδη απωλοντο μοι επτα ινα τι μοι ζην και ει μη δοκει σοι αποκτειναι με επιταξον επιβλεψαι επ' εμε και ελεησαι με και μηκετι ακουσαι με ονειδισμον 16 και εισηκουσθη η προσευχη αμφοτερων ενωπιον της δοξης του μεγαλου ραφαηλ 17 και απεσταλη ιασασθαι τους δυο του τωβιτ λεπισαι τα λευκωματα και σαρραν την του ραγουηλ δουναι τωβια τω υιω τωβιτ γυναικα και δησαι ασμοδαυν το πονηρον δαιμονιον διοτι τωβια επιβαλλει κληρονομησαι αυτην εν αυτω τω καιρω επιστρεψας τωβιτ εισηλθεν εις τον οικον αυτου και σαρρα η του ραγουηλ κατεβη εκ του υπερωου αυτης

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας