Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ επορευετο μεχρις ου εγγισαι αυτους εις νινευη και ειπεν ραφαηλ προς τωβιαν 2 ου γινωσκεις αδελφε πως αφηκας τον πατερα σου 3 προδραμωμεν εμπροσθεν της γυναικος σου και ετοιμασωμεν την οικιαν 4 λαβε δε παρα χειρα την χολην του ιχθυος και επορευθησαν και συνηλθεν ο κυων οπισθεν αυτων 5 και αννα εκαθητο περιβλεπομενη εις την οδον τον παιδα αυτης 6 και προσενοησεν αυτον ερχομενον και ειπεν τω πατρι αυτου ιδου ο υιος σου ερχεται και ο ανθρωπος ο πορευθεις μετ' αυτου 7 και ραφαηλ ειπεν επισταμαι εγω οτι ανοιξει τους οφθαλμους ο πατηρ σου 8 συ ουν εγχρισον την χολην εις τους οφθαλμους αυτου και δηχθεις διατριψει και αποβαλει τα λευκωματα και οψεται σε 9 και προσδραμουσα αννα επεπεσεν επι τον τραχηλον του υιου αυτης και ειπεν αυτω ειδον σε παιδιον απο του νυν αποθανουμαι και εκλαυσαν αμφοτεροι 10 και τωβιτ εξηρχετο προς την θυραν και προσεκοπτεν ο δε υιος προσεδραμεν αυτω 11 και επελαβετο του πατρος αυτου και προσεπασεν την χολην επι τους οφθαλμους του πατρος αυτου λεγων θαρσει πατερ 12 ως δε συνεδηχθησαν διετριψε τους οφθαλμους αυτου και ελεπισθη απο των κανθων των οφθαλμων αυτου τα λευκωματα
13 και ιδων τον υιον αυτου επεπεσεν επι τον τραχηλον αυτου και εκλαυσεν και ειπεν 14 ευλογητος ει ο θεος και ευλογητον το ονομα σου εις τους αιωνας και ευλογημενοι παντες οι αγιοι σου αγγελοι οτι εμαστιγωσας και ηλεησας με ιδου βλεπω τωβιαν τον υιον μου 15 και εισηλθεν ο υιος αυτου χαιρων και απηγγειλεν τω πατρι αυτου τα μεγαλεια τα γενομενα αυτω εν τη μηδια 16 και εξηλθεν τωβιτ εις συναντησιν τη νυμφη αυτου χαιρων και ευλογων τον θεον προς τη πυλη νινευη και εθαυμαζον οι θεωρουντες αυτον πορευομενον οτι εβλεψεν και τωβιτ εξωμολογειτο ενωπιον αυτων οτι ηλεησεν αυτον ο θεος 17 και ως ηγγισεν τωβιτ σαρρα τη νυμφη αυτου κατευλογησεν αυτην λεγων ελθοις υγιαινουσα θυγατερ ευλογητος ο θεος ος ηγαγεν σε προς ημας και ο πατηρ σου και η μητηρ σου 18 και εγενετο χαρα πασι τοις εν νινευη αδελφοις αυτου 19 και παρεγενετο αχιαχαρος και νασβας ο εξαδελφος αυτου και ηχθη ο γαμος τωβια μετ' ευφροσυνης επτα ημερας

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας