Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΓΩ ανθος του πεδιου κρινον των κοιλαδων 2 ως κρινον εν μεσω ακανθων ουτως η πλησιον μου ανα μεσον των θυγατερων 3 ως μηλον εν τοις ξυλοις του δρυμου ουτως αδελφιδος μου ανα μεσον των υιων εν τη σκια αυτου επεθυμησα και εκαθισα και καρπος αυτου γλυκυς εν λαρυγγι μου

Loading...


4 εισαγαγετε με εις οικον του οινου ταξατε επ' εμε αγαπην 5 στηρισατε με εν αμοραις στοιβασατε με εν μηλοις οτι τετρωμενη αγαπης εγω 6 ευωνυμος αυτου υπο την κεφαλην μου και η δεξια αυτου περιλημψεται με 7 ωρκισα υμας θυγατερες ιερουσαλημ εν ταις δυναμεσιν και εν ταις ισχυσεσιν του αγρου εαν εγειρητε και εξεγειρητε την αγαπην εως ου θεληση 8 φωνη αδελφιδου μου ιδου ουτος ηκει πηδων επι τα ορη διαλλομενος επι τους βουνους 9 ομοιος εστιν αδελφιδος μου τη δορκαδι η νεβρω ελαφων επι τα ορη βαιθηλ ιδου ουτος εστηκεν οπισω του τοιχου ημων παρακυπτων δια των θυριδων εκκυπτων δια των δικτυων 10 αποκρινεται αδελφιδος μου και λεγει μοι αναστα ελθε η πλησιον μου καλη μου περιστερα μου 11 οτι ιδου ο χειμων παρηλθεν ο υετος απηλθεν επορευθη εαυτω 12 τα ανθη ωφθη εν τη γη καιρος της τομης εφθακεν φωνη του τρυγονος ηκουσθη εν τη γη ημων 13 η συκη εξηνεγκεν ολυνθους αυτης αι αμπελοι κυπριζουσιν εδωκαν οσμην αναστα ελθε η πλησιον μου καλη μου περιστερα μου 14 και ελθε συ περιστερα μου εν σκεπη της πετρας εχομενα του προτειχισματος δειξον μοι την οψιν σου και ακουτισον με την φωνην σου οτι η φωνη σου ηδεια και η οψις σου ωραια 15 πιασατε ημιν αλωπεκας μικρους αφανιζοντας αμπελωνας και αι αμπελοι ημων κυπριζουσιν 16 αδελφιδος μου εμοι καγω αυτω ο ποιμαινων εν τοις κρινοις 17 εως ου διαπνευση η ημερα και κινηθωσιν αι σκιαι αποστρεψον ομοιωθητι συ αδελφιδε μου τω δορκωνι η νεβρω ελαφων επι ορη κοιλωματων

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας