Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΙΠΕΝ δε αυτη νωεμιν η πενθερα αυτης θυγατερ ου μη ζητησω σοι αναπαυσιν ινα ευ γενηται σοι 2 και νυν ουχι βοος γνωριμος ημων ου ης μετα των κορασιων αυτου ιδου αυτος λικμα τον αλωνα των κριθων ταυτη τη νυκτι 3 συ δε λουση και αλειψη και περιθησεις τον ιματισμον σου επι σεαυτη και αναβηση επι τον αλω μη γνωρισθης τω ανδρι εως ου συντελεσαι αυτον πιειν και φαγειν 4 και εσται εν τω κοιμηθηναι αυτον και γνωση τον τοπον οπου κοιμαται εκει και ελευση και αποκαλυψεις τα προς ποδων αυτου και κοιμηθηση και αυτος απαγγελει σοι α ποιησεις 5 ειπεν δε ρουθ προς αυτην παντα οσα εαν ειπης ποιησω 6 και κατεβη εις τον αλω και εποιησεν κατα παντα οσα ενετειλατο αυτη η πενθερα αυτης 7 και εφαγεν βοος και ηγαθυνθη η καρδια αυτου και ηλθεν κοιμηθηναι εν μεριδι της στοιβης η δε ηλθεν κρυφη και απεκαλυψεν τα προς ποδων αυτου 8 εγενετο δε εν τω μεσονυκτιω και εξεστη ο ανηρ και εταραχθη και ιδου γυνη κοιμαται προς ποδων αυτου 9 ειπεν δε τις ει συ η δε ειπεν εγω ειμι ρουθ η δουλη σου και περιβαλεις το πτερυγιον σου επι την δουλην σου οτι αγχιστευς ει συ 10 και ειπεν βοος ευλογημενη συ τω κυριω θεω θυγατερ οτι ηγαθυνας το ελεος σου το εσχατον υπερ το πρωτον το μη πορευθηναι σε οπισω νεανιων ειτοι πτωχος ειτοι πλουσιος 11 και νυν θυγατερ μη φοβου παντα οσα εαν ειπης ποιησω σοι οιδεν γαρ πασα φυλη λαου μου οτι γυνη δυναμεως ει συ 12 και οτι αληθως αγχιστευς εγω ειμι και γε εστιν αγχιστευς εγγιων υπερ εμε 13 αυλισθητι την νυκτα και εσται το πρωι εαν αγχιστευση σε αγαθον αγχιστευετω εαν δε μη βουληται αγχιστευσαι σε αγχιστευσω σε εγω ζη κυριος κοιμηθητι εως πρωι 14 και εκοιμηθη προς ποδων αυτου εως πρωι η δε ανεστη προ του επιγνωναι ανδρα τον πλησιον αυτου και ειπεν βοος μη γνωσθητω οτι ηλθεν γυνη εις τον αλωνα 15 και ειπεν αυτη φερε το περιζωμα το επανω σου και εκρατησεν αυτο και εμετρησεν εξ κριθων και επεθηκεν επ' αυτην και εισηλθεν εις την πολιν 16 και ρουθ εισηλθεν προς την πενθεραν αυτης η δε ειπεν τις ει θυγατερ και ειπεν αυτη παντα οσα εποιησεν αυτη ο ανηρ 17 και ειπεν αυτη τα εξ των κριθων ταυτα εδωκεν μοι οτι ειπεν προς με μη εισελθης κενη προς την πενθεραν σου 18 η δε ειπεν καθου θυγατερ εως του επιγνωναι σε πως ου πεσειται ρημα ου γαρ μη ησυχαση ο ανηρ εως αν τελεση το ρημα σημερον

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας