Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
Ω πολις αιματων ολη ψευδης αδικιας πληρης ου ψηλαφηθησεται θηρα

Loading...


2 φωνη μαστιγων και φωνη σεισμου τροχων και ιππου διωκοντος και αρματος αναβρασσοντος 3 και ιππεως αναβαινοντος και στιλβουσης ρομφαιας και εξαστραπτοντων οπλων και πληθους τραυματιων και βαρειας πτωσεως και ουκ ην περας τοις εθνεσιν αυτης και ασθενησουσιν εν τοις σωμασιν αυτων 4 απο πληθους πορνειας πορνη καλη και επιχαρης ηγουμενη φαρμακων η πωλουσα εθνη εν τη πορνεια αυτης και φυλας εν τοις φαρμακοις αυτης 5 ιδου εγω επι σε λεγει κυριος ο θεος ο παντοκρατωρ και αποκαλυψω τα οπισω σου επι το προσωπον σου και δειξω εθνεσιν την αισχυνην σου και βασιλειαις την ατιμιαν σου

Loading...


6 και επιρριψω επι σε βδελυγμον κατα τας ακαθαρσιας σου και θησομαι σε εις παραδειγμα 7 και εσται πας ο ορων σε αποπηδησεται απο σου και ερει δειλαια νινευη τις στεναξει αυτην ποθεν ζητησω παρακλησιν αυτη 8 ετοιμασαι μεριδα αρμοσαι χορδην ετοιμασαι μεριδα αμων η κατοικουσα εν ποταμοις υδωρ κυκλω αυτης ης η αρχη θαλασσα και υδωρ τα τειχη αυτης 9 και αιθιοπια η ισχυς αυτης και αιγυπτος και ουκ εστιν περας της φυγης και λιβυες εγενοντο βοηθοι αυτης 10 και αυτη εις μετοικεσιαν πορευσεται αιχμαλωτος και τα νηπια αυτης εδαφιουσιν επ' αρχας πασων των οδων αυτης και επι παντα τα ενδοξα αυτης βαλουσιν κληρους και παντες οι μεγιστανες αυτης δεθησονται χειροπεδαις 11 και συ μεθυσθηση και εση υπερεωραμενη και συ ζητησεις σεαυτη στασιν εξ εχθρων 12 παντα τα οχυρωματα σου συκαι σκοπους εχουσαι εαν σαλευθωσιν και πεσουνται εις στομα εσθοντος
13 ιδου ο λαος σου ως γυναικες εν σοι τοις εχθροις σου ανοιγομεναι ανοιχθησονται πυλαι της γης σου και καταφαγεται πυρ τους μοχλους σου 14 υδωρ περιοχης επισπασαι σεαυτη και κατακρατησον των οχυρωματων σου εμβηθι εις πηλον και συμπατηθητι εν αχυροις κατακρατησον υπερ πλινθον 15 εκει καταφαγεται σε πυρ εξολεθρευσει σε ρομφαια καταφαγεται σε ως ακρις και βαρυνθηση ως βρουχος 16 επληθυνας τας εμποριας σου υπερ τα αστρα του ουρανου βρουχος ωρμησεν και εξεπετασθη 17 εξηλατο ως αττελεβος ο συμμικτος σου ως ακρις επιβεβηκυια επι φραγμον εν ημεραις παγους ο ηλιος ανετειλεν και αφηλατο και ουκ εγνω τον τοπον αυτης ουαι αυτοις 18 ενυσταξαν οι ποιμενες σου βασιλευς ασσυριος εκοιμισεν τους δυναστας σου απηρεν ο λαος σου επι τα ορη και ουκ ην ο εκδεχομενος 19 ουκ εστιν ιασις τη συντριβη σου εφλεγμανεν η πληγη σου παντες οι ακουοντες την αγγελιαν σου κροτησουσιν χειρας επι σε διοτι επι τινα ουκ επηλθεν η κακια σου δια παντος

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας