Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ ανηγγελη ολοφερνη αρχιστρατηγω δυναμεως ασσουρ διοτι οι υιοι ισραηλ παρεσκευασαντο εις πολεμον και τας διοδους της ορεινης συνεκλεισαν και ετειχισαν πασαν κορυφην ορους υψηλου και εθηκαν εν τοις πεδιοις σκανδαλα 2 και ωργισθη θυμω σφοδρα και εκαλεσεν παντας τους αρχοντας μωαβ και τους στρατηγους αμμων και παντας σατραπας της παραλιας 3 και ειπεν αυτοις αναγγειλατε δη μοι υιοι χανααν τις ο λαος ουτος ο καθημενος εν τη ορεινη και τινες ας κατοικουσιν πολεις και το πληθος της δυναμεως αυτων και εν τινι το κρατος αυτων και η ισχυς αυτων και τις ανεστηκεν επ' αυτων βασιλευς ηγουμενος στρατιας αυτων 4 και δια τι κατενωτισαντο του μη ελθειν εις απαντησιν μοι παρα παντας τους κατοικουντας εν δυσμαις 5 και ειπεν προς αυτον αχιωρ ο ηγουμενος παντων υιων αμμων ακουσατω δη λογον ο κυριος μου εκ στοματος του δουλου σου και αναγγελω σοι την αληθειαν περι του λαου τουτου ος κατοικει την ορεινην ταυτην πλησιον σου οικουντος και ουκ εξελευσεται ψευδος εκ του στοματος του δουλου σου

Loading...


6 ο λαος ουτος εισιν απογονοι χαλδαιων 7 και παρωκησαν το προτερον εν τη μεσοποταμια οτι ουκ εβουληθησαν ακολουθησαι τοις θεοις των πατερων αυτων οι εγενοντο εν γη χαλδαιων

Loading...


8 και εξεβησαν εξ οδου των γονεων αυτων και προσεκυνησαν τω θεω του ουρανου θεω ω επεγνωσαν και εξεβαλον αυτους απο προσωπου των θεων αυτων και εφυγον εις μεσοποταμιαν και παρωκησαν εκει ημερας πολλας 9 και ειπεν ο θεος αυτων εξελθειν εκ της παροικιας αυτων και πορευθηναι εις γην χανααν και κατωκησαν εκει και επληθυνθησαν χρυσιω και αργυριω και εν κτηνεσιν πολλοις σφοδρα

Loading...


10 και κατεβησαν εις αιγυπτον εκαλυψεν γαρ το προσωπον της γης χανααν λιμος και παρωκησαν εκει μεχρις ου διετραφησαν και εγενοντο εκει εις πληθος πολυ και ουκ ην αριθμος του γενους αυτων 11 και επανεστη αυτοις ο βασιλευς αιγυπτου και κατεσοφισατο αυτους εν πονω και πλινθω εταπεινωσαν αυτους και εθεντο αυτους εις δουλους

Loading...


12 και ανεβοησαν προς τον θεον αυτων και επαταξεν πασαν την γην αιγυπτου πληγαις εν αις ουκ ην ιασις και εξεβαλον αυτους οι αιγυπτιοι απο προσωπου αυτων

Loading...


13 και κατεξηρανεν ο θεος την ερυθραν θαλασσαν εμπροσθεν αυτων 14 και ηγαγεν αυτους εις οδον του σινα και καδης βαρνη και εξεβαλον παντας τους κατοικουντας εν τη ερημω 15 και ωκησαν εν γη αμορραιων και παντας τους εσεβωνιτας εξωλεθρευσαν εν τη ισχυι αυτων και διαβαντες τον ιορδανην εκληρονομησαν πασαν την ορεινην

Loading...


16 και εξεβαλον εκ προσωπου αυτων τον χαναναιον και τον φερεζαιον και τον ιεβουσαιον και τον συχεμ και παντας τους γεργεσαιους και κατωκησαν εν αυτη ημερας πολλας 17 και εως ουχ ημαρτον ενωπιον του θεου αυτων ην μετ' αυτων τα αγαθα οτι θεος μισων αδικιαν μετ' αυτων εστιν 18 οτε δε απεστησαν απο της οδου ης διεθετο αυτοις εξωλεθρευθησαν εν πολλοις πολεμοις επι πολυ σφοδρα και ηχμαλωτευθησαν εις γην ουκ ιδιαν και ο ναος του θεου αυτων εγενηθη εις εδαφος και αι πολεις αυτων εκρατηθησαν υπο των υπεναντιων 19 και νυν επιστρεψαντες επι τον θεον αυτων ανεβησαν εκ της διασπορας ου διεσπαρησαν εκει και κατεσχον την ιερουσαλημ ου το αγιασμα αυτων και κατωκισθησαν εν τη ορεινη οτι ην ερημος 20 και νυν δεσποτα κυριε ει μεν εστιν αγνοημα εν τω λαω τουτω και αμαρτανουσιν εις τον θεον αυτων και επισκεψομεθα οτι εστιν εν αυτοις σκανδαλον τουτο και αναβησομεθα και εκπολεμησομεν αυτους 21 ει δ' ουκ εστιν ανομια εν τω εθνει αυτων παρελθετω δη ο κυριος μου μηποτε υπερασπιση ο κυριος αυτων και ο θεος αυτων υπερ αυτων και εσομεθα εις ονειδισμον εναντιον πασης της γης 22 και εγενετο ως επαυσατο αχιωρ λαλων τους λογους τουτους και εγογγυσεν πας ο λαος ο κυκλων την σκηνην και περιεστως και ειπαν οι μεγιστανες ολοφερνου και παντες οι κατοικουντες την παραλιαν και την μωαβ συγκοψαι αυτον 23 ου γαρ φοβηθησομεθα απο υιων ισραηλ ιδου γαρ λαος εν ω ουκ εστιν δυναμις ουδε κρατος εις παραταξιν ισχυραν 24 διο δη αναβησομεθα και εσονται εις καταβρωσιν πασης της στρατιας σου δεσποτα ολοφερνη

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας