Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ ειπεν ιουδιθ εξαρχετε τω θεω μου εν τυμπανοις ασατε τω κυριω εν κυμβαλοις εναρμοσασθε αυτω ψαλμον και αινον υψουτε και επικαλεισθε το ονομα αυτου 2 οτι θεος συντριβων πολεμους κυριος οτι εις παρεμβολας αυτου εν μεσω λαου εξειλατο με εκ χειρος καταδιωκοντων με 3 ηλθεν ασσουρ εξ ορεων απο βορρα ηλθεν εν μυριασι δυναμεως αυτου ων το πληθος αυτων ενεφραξεν χειμαρρους και η ιππος αυτων εκαλυψεν βουνους 4 ειπεν εμπρησειν τα ορια μου και τους νεανισκους μου ανελειν εν ρομφαια και τα θηλαζοντα μου θησειν εις εδαφος και τα νηπια μου δωσειν εις προνομην και τας παρθενους μου σκυλευσαι 5 κυριος παντοκρατωρ ηθετησεν αυτους εν χειρι θηλειας 6 ου γαρ υπεπεσεν ο δυνατος αυτων υπο νεανισκων ουδε υιοι τιτανων επαταξαν αυτον ουδε υψηλοι γιγαντες επεθεντο αυτω αλλα ιουδιθ θυγατηρ μεραρι εν καλλει προσωπου αυτης παρελυσεν αυτον 7 εξεδυσατο γαρ στολην χηρευσεως αυτης εις υψος των πονουντων εν ισραηλ ηλειψατο το προσωπον αυτης εν μυρισμω 8 και εδησατο τας τριχας αυτης εν μιτρα και ελαβεν στολην λινην εις απατην αυτου 9 το σανδαλιον αυτης ηρπασεν οφθαλμον αυτου και το καλλος αυτης ηχμαλωτισεν ψυχην αυτου διηλθεν ο ακινακης τον τραχηλον αυτου 10 εφριξαν περσαι την τολμαν αυτης και μηδοι το θρασος αυτης εταραχθησαν 11 τοτε ηλαλαξαν οι ταπεινοι μου και εφοβηθησαν οι ασθενουντες μου και επτοηθησαν υψωσαν την φωνην αυτων και ανετραπησαν 12 υιοι κορασιων κατεκεντησαν αυτους και ως παιδας αυτομολουντων ετιτρωσκον αυτους απωλοντο εκ παραταξεως κυριου μου
13 υμνησω τω θεω μου υμνον καινον κυριε μεγας ει και ενδοξος θαυμαστος εν ισχυι ανυπερβλητος 14 σοι δουλευσατω πασα η κτισις σου οτι ειπας και εγενηθησαν απεστειλας το πνευμα σου και ωκοδομησεν και ουκ εστιν ος αντιστησεται τη φωνη σου 15 ορη γαρ εκ θεμελιων συν υδασιν σαλευθησεται πετραι δ' απο προσωπου σου ως κηρος τακησονται ετι δε τοις φοβουμενοις σε συ ευιλατευσεις αυτοις 16 οτι μικρον πασα θυσια εις οσμην ευωδιας και ελαχιστον παν στεαρ εις ολοκαυτωμα σοι ο δε φοβουμενος τον κυριον μεγας δια παντος 17 ουαι εθνεσιν επανιστανομενοις τω γενει μου κυριος παντοκρατωρ εκδικησει αυτους εν ημερα κρισεως δουναι πυρ και σκωληκας εις σαρκας αυτων και κλαυσονται εν αισθησει εως αιωνος

Loading...


18 ως δε ηλθοσαν εις ιερουσαλημ προσεκυνησαν τω θεω και ηνικα εκαθαρισθη ο λαος ανηνεγκαν τα ολοκαυτωματα αυτων και τα εκουσια αυτων και τα δοματα 19 και ανεθηκεν ιουδιθ παντα τα σκευη ολοφερνου οσα εδωκεν ο λαος αυτη και το κωνωπιον ο ελαβεν εαυτη εκ του κοιτωνος αυτου εις αναθημα τω θεω εδωκεν 20 και ην ο λαος ευφραινομενος εν ιερουσαλημ κατα προσωπον των αγιων επι μηνας τρεις και ιουδιθ μετ' αυτων κατεμεινεν 21 μετα δε τας ημερας ταυτας ανεζευξεν εκαστος εις την κληρονομιαν αυτου και ιουδιθ απηλθεν εις βαιτυλουα και κατεμεινεν επι της υπαρξεως αυτης και εγενετο κατα τον καιρον αυτης ενδοξος εν παση τη γη 22 και πολλοι επεθυμησαν αυτην και ουκ εγνω ανηρ αυτην πασας τας ημερας της ζωης αυτης αφ' ης ημερας απεθανεν μανασσης ο ανηρ αυτης και προσετεθη προς τον λαον αυτου 23 και ην προβαινουσα μεγαλη σφοδρα και εγηρασεν εν τω οικω του ανδρος αυτης ετη εκατον πεντε και αφηκεν την αβραν αυτης ελευθεραν και απεθανεν εις βαιτυλουα και εθαψαν αυτην εν τω σπηλαιω του ανδρος αυτης μανασση 24 και επενθησεν αυτην οικος ισραηλ ημερας επτα και διειλεν τα υπαρχοντα αυτης προ του αποθανειν αυτην πασι τοις εγγιστα μανασση του ανδρος αυτης και τοις εγγιστα του γενους αυτης 25 και ουκ ην ετι ο εκφοβων τους υιους ισραηλ εν ταις ημεραις ιουδιθ και μετα το αποθανειν αυτην ημερας πολλας

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας