Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ οι υιοι ισραηλ ωμοσαν εν μασσηφα λεγοντες ανηρ εξ ημων ου δωσει θυγατερα αυτου τω βενιαμιν εις γυναικα 2 και ηλθεν ο λαος εις βαιθηλ και εκαθισαν εκει εως εσπερας ενωπιον του θεου και ηραν φωνην αυτων και εκλαυσαν κλαυθμον μεγαν 3 και ειπαν εις τι κυριε θεε ισραηλ εγενηθη αυτη του επισκεπηναι σημερον απο ισραηλ φυλην μιαν 4 και εγενετο τη επαυριον και ωρθρισεν ο λαος και ωκοδομησαν εκει θυσιαστηριον και ανηνεγκαν ολοκαυτωσεις και τελειας 5 και ειπον οι υιοι ισραηλ τις ουκ ανεβη εν τη εκκλησια απο πασων φυλων ισραηλ προς κυριον οτι ο ορκος μεγας ην τοις ουκ αναβεβηκοσιν προς κυριον εις μασσηφα λεγοντες θανατω θανατωθησεται 6 και παρεκληθησαν οι υιοι ισραηλ προς βενιαμιν αδελφον αυτων και ειπαν εξεκοπη σημερον φυλη μια απο ισραηλ 7 τι ποιησωμεν αυτοις τοις περισσοις τοις υπολειφθεισιν εις γυναικας και ημεις ωμοσαμεν εν κυριω του μη δουναι αυτοις απο των θυγατερων ημων εις γυναικας 8 και ειπαν τις εις απο φυλων ισραηλ ος ουκ ανεβη προς κυριον εις μασσηφα και ιδου ουκ ηλθεν ανηρ εις την παρεμβολην απο ιαβις γαλααδ εις την εκκλησιαν 9 και επεσκεπη ο λαος και ουκ ην εκει ανηρ απο οικουντων ιαβις γαλααδ 10 και απεστειλεν εκει η συναγωγη δωδεκα χιλιαδας ανδρων απο υιων της δυναμεως και ενετειλαντο αυτοις λεγοντες πορευεσθε και παταξατε τους οικουντας ιαβις γαλααδ εν στοματι ρομφαιας 11 και τουτο ποιησετε παν αρσεν και πασαν γυναικα ειδυιαν κοιτην αρσενος αναθεματιειτε τας δε παρθενους περιποιησεσθε και εποιησαν ουτως

Loading...


12 και ευρον απο οικουντων ιαβις γαλααδ τετρακοσιας νεανιδας παρθενους αιτινες ουκ εγνωσαν ανδρα εις κοιτην αρσενος και ηνεγκαν αυτας εις την παρεμβολην εις σηλων την εν γη χανααν
13 και απεστειλεν πασα η συναγωγη και ελαλησαν προς τους υιους βενιαμιν εν τη πετρα ρεμμων και εκαλεσαν αυτους εις ειρηνην 14 και επεστρεψεν βενιαμιν προς τους υιους ισραηλ εν τω καιρω εκεινω και εδωκαν αυτοις οι υιοι ισραηλ τας γυναικας ας εζωοποιησαν απο των θυγατερων ιαβις γαλααδ και ηρεσεν αυτοις ουτως 15 και ο λαος παρεκληθη επι τω βενιαμιν οτι εποιησεν κυριος διακοπην εν ταις φυλαις ισραηλ 16 και ειπον οι πρεσβυτεροι της συναγωγης τι ποιησωμεν τοις περισσοις εις γυναικας οτι ηφανισθη απο βενιαμιν γυνη 17 και ειπαν κληρονομια διασωζομενων τω βενιαμιν και ουκ εξαλειφθησεται φυλη απο ισραηλ 18 οτι ημεις ου δυνησομεθα δουναι αυτοις γυναικας απο των θυγατερων ημων οτι ωμοσαμεν εν υιοις ισραηλ λεγοντες επικαταρατος ο διδους γυναικα τω βενιαμιν 19 και ειπαν ιδου δη εορτη κυριου εν σηλων αφ' ημερων εις ημερας η εστιν απο βορρα της βαιθηλ κατ' ανατολας ηλιου επι της οδου της αναβαινουσης απο βαιθηλ εις συχεμ και απο νοτου της λεβωνα 20 και ενετειλαντο τοις υιοις βενιαμιν λεγοντες πορευεσθε ενεδρευσατε εν τοις αμπελωσιν 21 και οψεσθε και ιδου εαν εξελθωσιν αι θυγατερες των οικουντων σηλων χορευειν εν τοις χοροις και εξελευσεσθε εκ των αμπελωνων και αρπασατε εαυτοις ανηρ γυναικα απο των θυγατερων σηλων και πορευεσθε εις γην βενιαμιν 22 και εσται οταν ελθωσιν οι πατερες αυτων η οι αδελφοι αυτων κρινεσθαι προς υμας και ερουμεν αυτοις ελεος ποιησατε ημιν αυτας οτι ουκ ελαβομεν ανηρ γυναικα αυτου εν τη παραταξει οτι ουχ υμεις εδωκατε αυτοις ως καιρος πλημμελησατε 23 και εποιησαν ουτως οι υιοι βενιαμιν και ελαβον γυναικας εις αριθμον αυτων απο των χορευουσων ων ηρπασαν και επορευθησαν και υπεστρεψαν εις την κληρονομιαν αυτων και ωκοδομησαν τας πολεις και εκαθισαν εν αυταις

Loading...


24 και περιεπατησαν εκειθεν οι υιοι ισραηλ εν τω καιρω εκεινω ανηρ εις φυλην αυτου και εις συγγενειαν αυτου και εξηλθον εκειθεν ανηρ εις κληρονομιαν αυτου 25 εν δε ταις ημεραις εκειναις ουκ ην βασιλευς εν ισραηλ ανηρ το ευθες ενωπιον αυτου εποιει

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας