Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ εξηλθον παντες οι υιοι ισραηλ και εξεκκλησιασθη η συναγωγη ως ανηρ εις απο δαν και εως βηρσαβεε και γη του γαλααδ προς κυριον εις μασσηφα

Loading...


2 και εσταθησαν κατα προσωπον κυριου πασαι αι φυλαι του ισραηλ εν εκκλησια του λαου του θεου τετρακοσιαι χιλιαδες ανδρων πεζων ελκοντες ρομφαιαν 3 και ηκουσαν οι υιοι βενιαμιν οτι ανεβησαν οι υιοι ισραηλ εις μασσηφα και ελθοντες ειπαν οι υιοι ισραηλ λαλησατε που εγενετο η πονηρια αυτη 4 και απεκριθη ο ανηρ ο λευιτης ο ανηρ της γυναικος της φονευθεισης και ειπεν εις γαβαα της βενιαμιν ηλθον εγω και η παλλακη μου του αυλισθηναι 5 και ανεστησαν επ' εμε οι ανδρες της γαβαα και εκυκλωσαν επ' εμε επι την οικιαν νυκτος εμε ηθελησαν φονευσαι και την παλλακην μου εταπεινωσαν και απεθανεν 6 και εκρατησα την παλλακην μου και εμελισα αυτην και απεστειλα εν παντι οριω κληρονομιας υιων ισραηλ οτι εποιησαν ζεμα και αποπτωμα εν ισραηλ 7 ιδου παντες υμεις υιοι ισραηλ δοτε εαυτοις λογον και βουλην εκει 8 και ανεστη πας ο λαος ως ανηρ εις λεγοντες ουκ απελευσομεθα ανηρ εις σκηνωμα αυτου και ουκ επιστρεψομεν ανηρ εις οικον αυτου 9 και νυν τουτο το ρημα ο ποιηθησεται τη γαβαα αναβησομεθα επ' αυτην εν κληρω 10 πλην λημψομεθα δεκα ανδρας τοις εκατον εις πασας φυλας ισραηλ και εκατον τοις χιλιοις και χιλιους τοις μυριοις λαβειν επισιτισμον του ποιησαι ελθειν αυτους εις γαβαα βενιαμιν ποιησαι αυτη κατα παν το αποπτωμα ο εποιησεν εν ισραηλ 11 και συνηχθη πας ανηρ ισραηλ εις την πολιν ως ανηρ εις 12 και απεστειλαν αι φυλαι ισραηλ ανδρας εν παση φυλη βενιαμιν λεγοντες τις η πονηρια αυτη η γενομενη εν υμιν
13 και νυν δοτε τους ανδρας υιους παρανομων τους εν γαβαα και θανατωσομεν αυτους και εκκαθαριουμεν πονηριαν απο ισραηλ και ουκ ευδοκησαν οι υιοι βενιαμιν ακουσαι της φωνης των αδελφων αυτων υιων ισραηλ 14 και συνηχθησαν οι υιοι βενιαμιν απο των πολεων αυτων εις γαβαα εξελθειν εις παραταξιν προς υιους ισραηλ 15 και επεσκεπησαν οι υιοι βενιαμιν εν τη ημερα εκεινη απο των πολεων εικοσι τρεις χιλιαδες ανηρ ελκων ρομφαιαν εκτος των οικουντων την γαβαα οι επεσκεπησαν επτακοσιοι ανδρες εκλεκτοι 16 εκ παντος λαου αμφοτεροδεξιοι παντες ουτοι σφενδονηται εν λιθοις προς τριχα και ουκ εξαμαρτανοντες 17 και ανηρ ισραηλ επεσκεπησαν εκτος του βενιαμιν τετρακοσιαι χιλιαδες ανδρων ελκοντων ρομφαιαν παντες ουτοι ανδρες παραταξεως 18 και ανεστησαν και ανεβησαν εις βαιθηλ και ηρωτησαν εν τω θεω και ειπαν οι υιοι ισραηλ τις αναβησεται ημιν εν αρχη εις παραταξιν προς υιους βενιαμιν και ειπεν κυριος ιουδας εν αρχη αναβησεται αφηγουμενος 19 και ανεστησαν οι υιοι ισραηλ το πρωι και παρενεβαλον επι γαβαα 20 και εξηλθον πας ανηρ ισραηλ εις παραταξιν προς βενιαμιν και συνηψαν αυτοις επι γαβαα 21 και εξηλθον οι υιοι βενιαμιν απο της γαβαα και διεφθειραν εν ισραηλ εν τη ημερα εκεινη δυο και εικοσι χιλιαδας ανδρων επι την γην 22 και ενισχυσαν ανηρ ισραηλ και προσεθηκαν συναψαι παραταξιν εν τω τοπω οπου συνηψαν εν τη ημερα τη πρωτη 23 και ανεβησαν οι υιοι ισραηλ και εκλαυσαν ενωπιον κυριου εως εσπερας και ηρωτησαν εν κυριω λεγοντες ει προσθωμεν εγγισαι εις παραταξιν προς υιους βενιαμιν αδελφους ημων και ειπεν κυριος αναβητε προς αυτους 24 και προσηλθον οι υιοι ισραηλ προς υιους βενιαμιν εν τη ημερα τη δευτερα
25 και εξηλθον οι υιοι βενιαμιν εις συναντησιν αυτοις απο της γαβαα εν τη ημερα τη δευτερα και διεφθειραν απο υιων ισραηλ ετι οκτωκαιδεκα χιλιαδας ανδρων επι την γην παντες ουτοι ελκοντες ρομφαιαν 26 και ανεβησαν παντες οι υιοι ισραηλ και πας ο λαος και ηλθον εις βαιθηλ και εκλαυσαν και εκαθισαν εκει ενωπιον κυριου και ενηστευσαν εν τη ημερα εκεινη εως εσπερας και ανηνεγκαν ολοκαυτωσεις και τελειας ενωπιον κυριου 27 οτι εκει κιβωτος διαθηκης κυριου του θεου 28 και φινεες υιος ελεαζαρ υιου ααρων παρεστηκως ενωπιον αυτης εν ταις ημεραις εκειναις και επηρωτησαν οι υιοι ισραηλ εν κυριω λεγοντες ει προσθωμεν ετι εξελθειν εις παραταξιν προς υιους βενιαμιν αδελφους ημων η επισχωμεν και ειπεν κυριος αναβητε οτι αυριον δωσω αυτους εις τας χειρας υμων 29 και εθηκαν οι υιοι ισραηλ ενεδρα τη γαβαα κυκλω 30 και ανεβησαν οι υιοι ισραηλ προς υιους βενιαμιν εν τη ημερα τη τριτη και συνηψαν προς την γαβαα ως απαξ και απαξ 31 και εξηλθον οι υιοι βενιαμιν εις συναντησιν του λαου και εξεκενωθησαν της πολεως και ηρξαντο πατασσειν απο του λαου τραυματιας ως απαξ και απαξ εν ταις οδοις η εστιν μια αναβαινουσα εις βαιθηλ και μια εις γαβαα εν αγρω ως τριακοντα ανδρας εν ισραηλ 32 και ειπαν οι υιοι βενιαμιν πιπτουσιν ενωπιον ημων ως το πρωτον και οι υιοι ισραηλ ειπον φυγωμεν και εκκενωσωμεν αυτους απο της πολεως εις τας οδους και εποιησαν ουτως 33 και πας ανηρ ανεστη εκ του τοπου αυτου και συνηψαν εν βααλθαμαρ και το ενεδρον ισραηλ επηρχετο εκ του τοπου αυτου απο μααραγαβε 34 και ηλθον εξ εναντιας γαβαα δεκα χιλιαδες ανδρων εκλεκτων εκ παντος ισραηλ και παραταξις βαρεια και αυτοι ουκ εγνωσαν οτι φθανει επ' αυτους η κακια 35 και επαταξεν κυριος τον βενιαμιν ενωπιον υιων ισραηλ και διεφθειραν οι υιοι ισραηλ εκ του βενιαμιν εν τη ημερα εκεινη εικοσι και πεντε χιλιαδας και εκατον ανδρας παντες ουτοι ειλκον ρομφαιαν 36 και ειδον οι υιοι βενιαμιν οτι επληγησαν και εδωκεν ανηρ ισραηλ τοπον τω βενιαμιν οτι ηλπισαν προς το ενεδρον ο εθηκαν επι την γαβαα
37 και εν τω αυτους υποχωρησαι και το ενεδρον εκινηθη και εξετειναν επι την γαβαα και εξεχυθη το ενεδρον και επαταξαν την πολιν εν στοματι ρομφαιας 38 και σημειον ην τοις υιοις ισραηλ μετα του ενεδρου της μαχης ανενεγκαι αυτους συσσημον καπνου απο της πολεως 39 και ειδον οι υιοι ισραηλ οτι προκατελαβετο το ενεδρον την γαβαα και εστησαν εν τη παραταξει και βενιαμιν ηρξατο πατασσειν τραυματιας εν ανδρασιν ισραηλ ως τριακοντα ανδρας οτι ειπαν παλιν πτωσει πιπτουσιν ενωπιον ημων ως η παραταξις η πρωτη 40 και το συσσημον ανεβη επι πλειον επι της πολεως ως στυλος καπνου και επεβλεψεν βενιαμιν οπισω αυτου και ιδου ανεβη η συντελεια της πολεως εως ουρανου 41 και ανηρ ισραηλ επεστρεψεν και εσπευσαν ανδρες βενιαμιν οτι ειδον οτι συνηντησεν επ' αυτους η πονηρια 42 και επεβλεψαν ενωπιον υιων ισραηλ εις οδον της ερημου και εφυγον και η παραταξις εφθασεν επ' αυτους και οι απο των πολεων διεφθειρον αυτους εν μεσω αυτων 43 και κατεκοπτον τον βενιαμιν και εδιωξαν αυτον απο νουα κατα ποδα αυτου εως απεναντι γαβαα προς ανατολας ηλιου 44 και επεσαν απο βενιαμιν δεκα οκτω χιλιαδες ανδρων οι παντες ουτοι ανδρες δυναμεως 45 και επεβλεψαν οι λοιποι και εφευγον εις την ερημον προς την πετραν του ρεμμων και εκαλαμησαντο εξ αυτων οι υιοι ισραηλ πεντακισχιλιους ανδρας και κατεβησαν οπισω αυτων οι υιοι ισραηλ εως γεδαν και επαταξαν εξ αυτων δισχιλιους ανδρας 46 και εγενοντο παντες οι πιπτοντες απο βενιαμιν εικοσι πεντε χιλιαδες ανδρων ελκοντων ρομφαιαν εν τη ημερα εκεινη οι παντες ουτοι ανδρες δυναμεως 47 και επεβλεψαν οι λοιποι και εφυγον εις την ερημον προς την πετραν του ρεμμων εξακοσιοι ανδρες και εκαθισαν εν πετρα ρεμμων τεσσαρας μηνας 48 και οι υιοι ισραηλ επεστρεψαν προς υιους βενιαμιν και επαταξαν αυτους εν στοματι ρομφαιας απο πολεως μεθλα και εως κτηνους και εως παντος του ευρισκομενου εις πασας τας πολεις και τας πολεις τας ευρεθεισας ενεπρησαν εν πυρι

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας