Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ εγενετο εν ταις ημεραις εκειναις και ουκ ην βασιλευς εν ισραηλ και εγενετο ανηρ λευιτης παροικων εν μηροις ορους εφραιμ και ελαβεν αυτω γυναικα παλλακην απο βηθλεεμ ιουδα 2 και επορευθη απ' αυτου η παλλακη αυτου και απηλθεν παρ' αυτου εις οικον πατρος αυτης εις βηθλεεμ ιουδα και ην εκει ημερας τεσσαρων μηνων 3 και ανεστη ο ανηρ αυτης και επορευθη οπισω αυτης του λαλησαι επι καρδιαν αυτης του επιστρεψαι αυτην αυτω και νεανιας αυτου μετ' αυτου και ζευγος ονων και ηδε εισηνεγκεν αυτον εις οικον πατρος αυτης και ειδεν αυτον ο πατηρ της νεανιδος και ηυφρανθη εις συναντησιν αυτου 4 και κατεσχεν αυτον ο γαμβρος αυτου ο πατηρ της νεανιδος και εκαθισεν μετ' αυτου επι τρεις ημερας και εφαγον και επιον και ηυλισθησαν εκει 5 και εγενετο τη ημερα τη τεταρτη και ωρθρισαν το πρωι και ανεστη του πορευθηναι και ειπεν ο πατηρ της νεανιδος προς τον νυμφιον αυτου στηρισον σου την καρδιαν ψωμω αρτου και μετα τουτο πορευσεσθε 6 και εκαθισεν και εφαγον οι δυο επι το αυτο και επιον και ειπεν ο πατηρ της νεανιδος προς τον ανδρα αγε δη αυλισθητι και αγαθυνθησεται η καρδια σου 7 και ανεστη ο ανηρ του πορευεσθαι και εβιασατο αυτον ο γαμβρος αυτου και εκαθισεν και ηυλισθη εκει 8 και ωρθρισεν το πρωι τη ημερα τη πεμπτη του πορευθηναι και ειπεν ο πατηρ της νεανιδος στηρισον δη την καρδιαν σου και στρατευσον εως κλιναι την ημεραν και εφαγον οι δυο 9 και ανεστη ο ανηρ του πορευθηναι αυτος και η παλλακη αυτου και ο νεανιας αυτου και ειπεν αυτω ο γαμβρος αυτου ο πατηρ της νεανιδος ιδου δη ησθενησεν η ημερα εις την εσπεραν αυλισθητι ωδε και αγαθυνθησεται η καρδια σου και ορθριειτε αυριον εις οδον υμων και πορευση εις το σκηνωμα σου 10 και ουκ ευδοκησεν ο ανηρ αυλισθηναι και ανεστη και απηλθεν και ηλθεν εως απεναντι ιεβους αυτη εστιν ιερουσαλημ και μετ' αυτου ζευγος ονων επισεσαγμενων και η παλλακη αυτου μετ' αυτου 11 και ηλθοσαν εως ιεβους και η ημερα προβεβηκει σφοδρα και ειπεν ο νεανιας προς τον κυριον αυτου δευρο δη και εκκλινωμεν εις πολιν του ιεβουσι ταυτην και αυλισθωμεν εν αυτη 12 και ειπεν προς αυτον ο κυριος αυτου ουκ εκκλινουμεν εις πολιν αλλοτριαν εν η ουκ εστιν απο υιων ισραηλ ωδε και παρελευσομεθα εως γαβαα
13 και ειπεν τω νεανια αυτου δευρο και εγγισωμεν ενι των τοπων και αυλισθησομεθα εν γαβαα η εν ραμα 14 και παρηλθον και επορευθησαν και εδυ ο ηλιος αυτοις εχομενα της γαβαα η εστιν τω βενιαμιν 15 και εξεκλιναν εκει του εισελθειν αυλισθηναι εν γαβαα και εισηλθον και εκαθισαν εν τη πλατεια της πολεως και ουκ ην ανηρ συναγων αυτους εις οικιαν αυλισθηναι 16 και ιδου ανηρ πρεσβυτης ηρχετο εξ εργων αυτου εξ αγρου εν εσπερα και ο ανηρ ην εξ ορους εφραιμ και αυτος παρωκει εν γαβαα και οι ανδρες του τοπου υιοι βενιαμιν 17 και ηρεν τους οφθαλμους αυτου και ειδεν τον οδοιπορον ανδρα εν τη πλατεια της πολεως και ειπεν ο ανηρ ο πρεσβυτης που πορευη και ποθεν ερχη 18 και ειπεν προς αυτον παραπορευομεθα ημεις απο βηθλεεμ ιουδα εως μηρων ορους εφραιμ εκειθεν εγω ειμι και επορευθην εως βηθλεεμ ιουδα και εις τον οικον μου εγω πορευομαι και ουκ εστιν ανηρ συναγων με εις την οικιαν 19 και γε αχυρα και χορτασματα εστιν τοις ονοις ημων και αρτοι και οινος εστιν εμοι και τη παιδισκη και τω νεανισκω μετα των παιδιων σου ουκ εστιν υστερημα παντος πραγματος 20 και ειπεν ο ανηρ ο πρεσβυτης ειρηνη σοι πλην παν υστερημα σου επ' εμε πλην εν τη πλατεια ου μη αυλισθηση 21 και εισηνεγκεν αυτον εις τον οικον αυτου και τοπον εποιησεν τοις ονοις και αυτοι ενιψαντο τους ποδας αυτων και εφαγον και επιον 22 αυτοι δ' αγαθυνοντες καρδιαν αυτων και ιδου ανδρες της πολεως υιοι παρανομων εκυκλωσαν την οικιαν κρουοντες επι την θυραν και ειπον προς τον ανδρα τον κυριον του οικου τον πρεσβυτην λεγοντες εξενεγκε τον ανδρα ος εισηλθεν εις την οικιαν σου ινα γνωμεν αυτον

Loading...


23 και εξηλθεν προς αυτους ο ανηρ ο κυριος του οικου και ειπεν μη αδελφοι μη κακοποιησητε δη μετα το εισελθειν τον ανδρα τουτον εις την οικιαν μου μη ποιησητε την αφροσυνην ταυτην 24 ιδε η θυγατηρ μου η παρθενος και η παλλακη αυτου εξαξω αυτας και ταπεινωσατε αυτας και ποιησατε αυταις το αγαθον εν οφθαλμοις υμων και τω ανδρι τουτω ου ποιησετε το ρημα της αφροσυνης ταυτης 25 και ουκ ευδοκησαν οι ανδρες του εισακουσαι αυτου και επελαβετο ο ανηρ της παλλακης αυτου και εξηγαγεν αυτην προς αυτους εξω και εγνωσαν αυτην και ενεπαιζον εν αυτη ολην την νυκτα εως πρωι και εξαπεστειλαν αυτην ως ανεβη το πρωι

Loading...


26 και ηλθεν η γυνη προς τον ορθρον και επεσεν παρα την θυραν του οικου ου ην αυτης εκει ο ανηρ εως του διαφωσαι 27 και ανεστη ο ανηρ αυτης το πρωι και ηνοιξεν τας θυρας του οικου και εξηλθεν του πορευθηναι την οδον αυτου και ιδου η γυνη η παλλακη αυτου πεπτωκυια παρα τας θυρας του οικου και αι χειρες αυτης επι το προθυρον 28 και ειπεν προς αυτην αναστα και απελθωμεν και ουκ απεκριθη οτι ην νεκρα και ελαβεν αυτην επι τον ονον και επορευθη εις τον τοπον αυτου 29 και ελαβεν την ρομφαιαν και εκρατησεν την παλλακην αυτου και εμελισεν αυτην εις δωδεκα μελη και απεστειλεν αυτα εν παντι οριω ισραηλ 30 και εγενετο πας ο βλεπων ελεγεν ουκ εγενετο και ουχ εοραται ως αυτη απο ημερας αναβασεως υιων ισραηλ εκ γης αιγυπτου και εως της ημερας ταυτης θεσθε υμιν αυτοι επ' αυτην βουλην και λαλησατε

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας