Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ εγενετο ανηρ απο ορους εφραιμ και ονομα αυτω μιχαιας 2 και ειπεν τη μητρι αυτου οι χιλιοι και εκατον ους ελαβες αργυριου σεαυτη και με ηρασω και προσειπας εν ωσι μου ιδου το αργυριον παρ' εμοι εγω ελαβον αυτο και ειπεν η μητηρ αυτου ευλογητος ο υιος μου τω κυριω 3 και απεδωκεν τους χιλιους και εκατον του αργυριου τη μητρι αυτου και ειπεν η μητηρ αυτου αγιαζουσα ηγιακα το αργυριον τω κυριω εκ χειρος μου τω υιω μου του ποιησαι γλυπτον και χωνευτον και νυν αποδωσω σοι αυτο 4 και απεδωκεν το αργυριον τη μητρι αυτου και ελαβεν η μητηρ αυτου διακοσιους αργυριου και εδωκεν αυτο αργυροκοπω και εποιησεν αυτο γλυπτον και χωνευτον και εγενηθη εν οικω μιχαια 5 και ο οικος μιχαια αυτω οικος θεου και εποιησεν εφωδ και θαραφιν και επληρωσεν την χειρα απο ενος υιων αυτου και εγενετο αυτω εις ιερεα 6 εν δε ταις ημεραις εκειναις ουκ ην βασιλευς εν ισραηλ ανηρ το ευθες εν οφθαλμοις αυτου εποιει 7 και εγενηθη νεανιας εκ βηθλεεμ δημου ιουδα και αυτος λευιτης και ουτος παρωκει εκει 8 και επορευθη ο ανηρ απο βηθλεεμ της πολεως ιουδα παροικησαι εν ω εαν ευρη τοπω και ηλθεν εως ορους εφραιμ και εως οικου μιχαια του ποιησαι οδον αυτου 9 και ειπεν αυτω μιχαιας ποθεν ερχη και ειπεν προς αυτον λευιτης ειμι απο βαιθλεεμ ιουδα και εγω πορευομαι παροικησαι εν ω εαν ευρω τοπω 10 και ειπεν αυτω μιχαιας καθου μετ' εμου και γινου μοι εις πατερα και εις ιερεα και εγω δωσω σοι δεκα αργυριου εις ημεραν και στολην ιματιων και τα προς ζωην σου και επορευθη ο λευιτης 11 και ηρξατο παροικειν παρα τω ανδρι και εγενηθη ο νεανιας παρ' αυτω ως εις απο υιων αυτου 12 και επληρωσεν μιχαιας την χειρα του λευιτου και εγενετο αυτω εις ιερεα και εγενετο εν οικω μιχαια 13 και ειπεν μιχαιας νυν εγνων οτι αγαθυνει κυριος εμοι οτι εγενετο μοι ο λευιτης εις ιερεα

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας