Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ ιεφθαε ο γαλααδιτης επηρμενος δυναμει και αυτος υιος γυναικος πορνης η εγεννησεν τω γαλααδ τον ιεφθαε 2 και ετεκεν η γυνη γαλααδ αυτω υιους και ηδρυνθησαν οι υιοι της γυναικος και εξεβαλον τον ιεφθαε και ειπαν αυτω ου κληρονομησεις εν τω οικω του πατρος ημων οτι υιος γυναικος εταιρας συ 3 και εφυγεν ιεφθαε απο προσωπου αδελφων αυτου και ωκησεν εν γη τωβ και συνεστραφησαν προς ιεφθαε ανδρες κενοι και εξηλθον μετ' αυτου 5 και εγενετο ηνικα παρεταξαντο οι υιοι αμμων μετα ισραηλ και επορευθησαν οι πρεσβυτεροι γαλααδ λαβειν τον ιεφθαε απο της γης τωβ 6 και ειπαν τω ιεφθαε δευρο και εση ημιν εις αρχηγον και παραταξωμεθα προς υιους αμμων 7 και ειπεν ιεφθαε τοις πρεσβυτεροις γαλααδ ουχι υμεις εμισησατε με και εξεβαλετε με εκ του οικου του πατρος μου και εξαπεστειλατε με αφ' υμων και δια τι ηλθατε προς με νυν ηνικα χρηζετε

Loading...


8 και ειπαν οι πρεσβυτεροι γαλααδ προς ιεφθαε δια τουτο νυν επεστρεψαμεν προς σε και πορευση μεθ' ημων και παραταξη προς υιους αμμων και εση ημιν εις αρχοντα πασιν τοις οικουσιν γαλααδ 9 και ειπεν ιεφθαε προς τους πρεσβυτερους γαλααδ ει επιστρεφετε με υμεις παραταξασθαι εν υιοις αμμων και παραδω κυριος αυτους ενωπιον εμου και εγω εσομαι υμιν εις αρχοντα 10 και ειπαν οι πρεσβυτεροι γαλααδ προς ιεφθαε κυριος εστω ακουων ανα μεσον ημων ει μη κατα το ρημα σου ουτως ποιησομεν 11 και επορευθη ιεφθαε μετα των πρεσβυτερων γαλααδ και εθηκαν αυτον ο λαος επ' αυτους εις κεφαλην και εις αρχηγον και ελαλησεν ιεφθαε τους λογους αυτου παντας ενωπιον κυριου εν μασσηφα 12 και απεστειλεν ιεφθαε αγγελους προς βασιλεα υιων αμμων λεγων τι εμοι και σοι οτι ηλθες προς με του παραταξασθαι εν τη γη μου 13 και ειπεν βασιλευς υιων αμμων προς τους αγγελους ιεφθαε οτι ελαβεν ισραηλ την γην μου εν τω αναβαινειν αυτον εξ αιγυπτου απο αρνων και εως ιαβοκ και εως του ιορδανου και νυν επιστρεψον αυτας εν ειρηνη και πορευσομαι

Loading...


14 και προσεθηκεν ετι ιεφθαε και απεστειλεν αγγελους προς βασιλεα υιων αμμων 15 και ειπεν αυτω ουτω λεγει ιεφθαε ουκ ελαβεν ισραηλ την γην μωαβ και την γην υιων αμμων 16 οτι εν τω αναβαινειν αυτους εξ αιγυπτου επορευθη ισραηλ εν τη ερημω εως θαλασσης σιφ και ηλθεν εις καδης 17 και απεστειλεν ισραηλ αγγελους προς βασιλεα εδωμ λεγων παρελευσομαι δη εν τη γη σου και ουκ ηκουσεν βασιλευς εδωμ και προς βασιλεα μωαβ απεστειλεν και ουκ ευδοκησεν και εκαθισεν ισραηλ εν καδης

Loading...


18 και επορευθη εν τη ερημω και εκυκλωσεν την γην εδωμ και την γην μωαβ και ηλθεν απο ανατολων ηλιου τη γη μωαβ και παρενεβαλον εν περαν αρνων και ουκ εισηλθεν εν οριοις μωαβ οτι αρνων οριον μωαβ

Loading...


19 και απεστειλεν ισραηλ αγγελους προς σηων βασιλεα του αμορραιου βασιλεα εσεβων και ειπεν αυτω ισραηλ παρελθωμεν δη εν τη γη σου εως του τοπου ημων

Loading...


20 και ουκ ενεπιστευσεν σηων τω ισραηλ παρελθειν εν οριω αυτου και συνηξεν σηων τον παντα λαον αυτου και παρενεβαλον εις ιασα και παρεταξατο προς ισραηλ 21 και παρεδωκεν κυριος ο θεος ισραηλ τον σηων και παντα τον λαον αυτου εν χειρι ισραηλ και επαταξεν αυτον και εκληρονομησεν ισραηλ την πασαν γην του αμορραιου του κατοικουντος την γην εκεινην 22 απο αρνων και εως του ιαβοκ και απο της ερημου εως του ιορδανου 23 και νυν κυριος ο θεος ισραηλ εξηρεν τον αμορραιον απο προσωπου λαου αυτου ισραηλ και συ κληρονομησεις αυτον 24 ουχι α εαν κληρονομησει σε χαμως ο θεος σου αυτα κληρονομησεις και τους παντας ους εξηρεν κυριος ο θεος ημων απο προσωπου ημων αυτους κληρονομησομεν

Loading...


25 και νυν μη εν αγαθω αγαθωτερος συ υπερ βαλακ υιον σεπφωρ βασιλεα μωαβ μη μαχομενος εμαχεσατο μετα ισραηλ η πολεμων επολεμησεν αυτον

Loading...


26 εν τω οικησαι εν εσεβων και εν τοις οριοις αυτης και εν γη αροηρ και εν τοις οριοις αυτης και εν πασαις ταις πολεσιν ταις παρα τον ιορδανην τριακοσια ετη και δια τι ουκ ερρυσω αυτους εν τω καιρω εκεινω 27 και νυν εγω ειμι ουχ ημαρτον σοι και συ ποιεις μετ' εμου πονηριαν του παραταξασθαι εν εμοι κριναι κυριος κρινων σημερον ανα μεσον υιων ισραηλ και ανα μεσον υιων αμμων 28 και ουκ ηκουσεν βασιλευς υιων αμμων των λογων ιεφθαε ων απεστειλεν προς αυτον 29 και εγενετο επι ιεφθαε πνευμα κυριου και παρηλθεν τον γαλααδ και τον μανασση και παρηλθεν την σκοπιαν γαλααδ εις το περαν υιων αμμων 30 και ηυξατο ιεφθαε ευχην τω κυριω και ειπεν εαν διδους δως τους υιους αμμων εν τη χειρι μου 31 και εσται ο εκπορευομενος ος εαν εξελθη απο της θυρας του οικου μου εις συναντησιν μου εν τω επιστρεφειν με εν ειρηνη απο υιων αμμων και εσται τω κυριω ανοισω αυτον ολοκαυτωμα 32 και παρηλθεν ιεφθαε προς υιους αμμων παραταξασθαι προς αυτους και παρεδωκεν αυτους κυριος εν χειρι αυτου 33 και επαταξεν αυτους απο αροηρ εως ελθειν αχρις αρνων εν αριθμω εικοσι πολεις και εως εβελχαρμιν πληγην μεγαλην σφοδρα και συνεσταλησαν οι υιοι αμμων απο προσωπου υιων ισραηλ 34 και ηλθεν ιεφθαε εις μασσηφα εις τον οικον αυτου και ιδου η θυγατηρ αυτου εξεπορευετο εις υπαντησιν εν τυμπανοις και χοροις και ην αυτη μονογενης ουκ ην αυτω ετερος υιος η θυγατηρ 35 και εγενετο ως ειδεν αυτην αυτος διερρηξεν τα ιματια αυτου και ειπεν α α θυγατηρ μου ταραχη εταραξας με και συ ης εν τω ταραχω μου και εγω ειμι ηνοιξα κατα σου το στομα μου προς κυριον και ου δυνησομαι επιστρεψαι

Loading...


36 η δε ειπεν προς αυτον πατερ ηνοιξας το στομα σου προς κυριον ποιησον μοι ον τροπον εξηλθεν εκ στοματος σου εν τω ποιησαι σοι κυριον εκδικησιν απο των εχθρων σου απο υιων αμμων 37 και ηδε ειπεν προς τον πατερα αυτης ποιησατω δη ο πατηρ μου τον λογον τουτον εασον με δυο μηνας και πορευσομαι και καταβησομαι επι τα ορη και κλαυσομαι επι τα παρθενια μου εγω ειμι και αι συνεταιριδες μου 38 και ειπεν πορευου και απεστειλεν αυτην δυο μηνας και επορευθη αυτη και αι συνεταιριδες αυτης και εκλαυσεν επι τα παρθενια αυτης επι τα ορη 39 και εγενετο εν τελει των δυο μηνων και επεστρεψεν προς τον πατερα αυτης και εποιησεν εν αυτη την ευχην αυτου ην ηυξατο και αυτη ουκ εγνω ανδρα και εγενετο εις προσταγμα εν ισραηλ 40 απο ημερων εις ημερας επορευοντο θυγατερες ισραηλ θρηνειν την θυγατερα ιεφθαε γαλααδ επι τεσσαρας ημερας εν τω ενιαυτω

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας